270
ὁ Θεὸς ἐνίησιν, οὐκ ἐκτρίψαι ζητῶν, ἀλλ' ἐπανορθῶσαι σπουδάζων, κατὰ τοὺς χρηστοὺς τῶν πατέρων καὶ εἰς ἀμελεῖς τῶν τέκνων, οἳ θυμοῦνται κατὰ τῶν νέων, καὶ διανίστανται, οὐ κακόν τι δοῦναι σπουδάζοντες, ἀλλ' ἐκ τῆς νηπιώδους ὀλιγωρίας, καὶ τῶν τῆς νεότητος ἁμαρτιῶν εἰς ἐπιμέλειαν ἀνάγοντες. Πατάσσεται σὰρξ, ἵνα ἰαθῇ ἡ ψυχή. Θανατοῦται δὲ ἡ ἁμαρτία, ἵνα ζήσῃ δικαιοσύνῃ. Ἄνω νεύωμεν, ἀδελφοὶ, ἐν παντὶ καιρῷ, καὶ περιστάσει πάσῃ προβαλλώμεθα τὴν καλὴν ἐλπίδα, μήτε ἐν ταῖς λύπαις ἀποβάλλωμεν τὸν φόβον, μήτε ἐν τοῖς λυπηροῖς τὸ εὔελπι. Μνησθῶμεν καὶ ἐν εὐδίᾳ τῆς ζάλης, καὶ ἐν χειμῶνι τοῦ κυβερνήτου· μὴ ταῖς θλίψεσιν ἐκκακήσωμεν, μηδὲ γενώμεθα δοῦλοι κακοὶ, ἀγαθύνοντι μὲν ἐξομολογούμενοι τῷ ∆εσπότῃ, καὶ παιδεύοντι δὲ μὴ προσιέμενοι· καίτοι ποτὲ κρείσσων ὑγείας νόσος, καὶ ὑπόμνησις ἀνέσεως, καὶ ἐπίσκεψις ἀμελείας, καὶ ἐπιστροφὴ συγχωρήσεως. Σωφρόνων ἀνδρῶν οἵτινες παιδεύονται ταῖς συμφοραῖς, καὶ ὡς χρυσὸς πυρὶ καθαιρόμενοι λέγουσιν, ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με· ὡς τικτούσης τῆς ταπεινώσεως τὸ γινώσκειν τὰ δικαιώματα· καὶ τὸν εὐεργέτην οἰκειοῦνται διὰ τῆς θλίψεως. Ἐπειδὴ Κάμνουσα ψυχὴ ἐγγύς ἐστι Θεοῦ.» Πάντ' εὐχαρίστως τὰ ἐκ Θεοῦ δέχεσθαι χρή. Ὄντως πληγὴ τοῖς εὐφρονοῦσιν παίδευμα γίνεται, καὶ κρείττων εὐημερίας πολλάκις κακοπάθεια. Οὐδὲν τοῦ πάσχειν εὐεργετικώτερον. Τῶν προσδοκωμένων ἡ θλίψις ἄνθος ἐστί. ∆ιὰ οὖν τὸν καρπὸν, καὶ τὸ ἄνθος δρεψώμεθα. Πρὸς ὀργὴν οὐδὲν, πάντα δὲ πρὸς τὸ συμφέρον πραγματεύεται καὶ ποιεῖ περὶ ἡμᾶς ὁ Θεός. Τὰ ἐν τῷ παρόντι βίῳ ἐπαγόμενα ἡμῖν παρὰ Θεοῦ κολαστήρια, τῶν ἐκεῖσε βασάνων ὑποτέμνεται μέρος οὐ μικρόν. Ὑπὲρ ὧν ἂν πάθωμεν κακῶς, ἢ ἁμαρτήματα διαλυόμεθα, ἢ λαμπροτέρους λαμβάνομεν τοὺς στεφάνους, ἂν μὴ ἁμαρτήματα τοιαῦτα ἔχωμεν. 96.320 Ἡ ἐντεῦθεν γινομένη παιδαγωγία, τὴν μετὰ ταῦτα κρίσιν ἐπικουφίζει, καίτοι οὐδὲ τὸ κολάζεσθαι κακὸν, ἀλλὰ τὸ ἄξιον γενέσθαι κολάσεως. Μηδὲν τῶν συμβαινόντων χωρὶς ἂν γενέσθαι Θεοῦ πεπεῖσθαι χρή· εἶναι δὲ ἀγαθὰ παρ' αὐτοῦ πάντα κἂν ἀλγεινὰ ᾖ. Σὺ χρηστὸς, ἀλλ' ἡμεῖς ἠνομήσαμεν. Σὺ μακρόθυμος, ἀλλ' ἡμεῖς πληγῶν ἄξιοι. Γινώσκομέν σου τὴν ἀγαθότητα, καίπερ ἀσυνετοῦντες. Ὀλίγα ὧν ἡμάρτομεν, μεμαστιγώμεθα. Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, τίς ἀντερίσει; Ἐὰν κλείσῃς τὸν οὐρανὸν, τίς ἀνάξει; καὶ ἐὰν λύσῃς τοὺς καταῤῥάκτας, τίς συνέξει; κοῦφον ἐν ὀφθαλμοῖς σου πτωχεῦσαι ἢ πλουτίσαι, ζωῶσαι καὶ θανατῶσαι, καὶ τὸ θέλημά σου πρᾶξίς ἐστι συντετελεσμένη. Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν, λέγει τις τῶν πάλαι ἀνθομολογούμενος. Ἐμοὶ δὲ καὶ τὸ ἐναντίον καιρὸς εἰπεῖν· ἡμεῖς ἡμάρτομεν καὶ σὺ ὠργίσθης. ∆ιὰ τοῦτο ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἀτιμίας ἐπλήσθημεν. Ἀλλὰ κόπασον, Κύριε, ἄνες, Κύριε, ἱλάσθητι, Κύριε. Μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὰς ἀνομίας ἡμῶν, μηδὲ διὰ τῶν ἡμετέρων παιδεύσῃς ἄλλους μαστίγων, ἐνὸν ἡμᾶς διὰ τῆς ἑτέρων βασάνου σωφρονισθῆναι. Τίνων τούτων; Ἐθνῶν, τῶν οὐ γινωσκόντων σε, καὶ βασιλειῶν, αἳ τῷ σῷ κράτει οὐχ ὑπετάγησαν. Ἡμεῖς δὲ λαός σου, Κύριε, καὶ ῥάβδος κληρονομίας σου· διὰ τοῦτο παίδευσον ἡμᾶς, πλὴν ἐν χρηστότητι, καὶ μὴ ἐν θυμῷ σου, ἵνα μὴ ὀλιγοστοὺς ποιήσῃς ἡμᾶς, καὶ παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν ἐξουθένημα. Οἶδα στιλβομένην ῥομφαίαν, καὶ μεθύουσαν μάχαιραν ἐν τῷ οὐρανῷ, σφάζειν, καὶ ἐξουθενεῖν, καὶ ἀτεκνοῦν. Οἶδα ὡς ἄρκτον ἀπορουμένην τὸν ἀπαθῆ, καὶ ὡς πάρδαλιν ἀπαντῶντα κατὰ τὴν ὁδὸν Ἀσσυρίων· οἶδα ἐκτιναγμὸν, καὶ ἀνατιναγμὸν, καὶ βλασμὸν, καρδίας θραυσμὸν, καὶ παράλυσιν γονάτων, τοιαῦτα ὄντα τὰ τῶν ἀσεβῶν ἐπιτίμια, ὡς βέλτιον εἶναι νῦν παιδευθῆναι, καὶ καθαρθῆναι, ἢ τῇ ἐκεῖθεν βασάνῳ παραπεμφθῆναι. Τοὺς οἰκείους αὐτῷ καὶ προσφιλεῖς, ἐντεῦθεν ἤδη κατὰ τόνδε τὸν βίον, μετέρχεται παιδεύων ὁ Θεὸς, ἐν οἷς δ' ἄν ποτε δεηθεῖεν κολάσεως, ὡς ἂν διὰ τῆς προσκαίρου παιδείας τὴν αἰώνιον ἐν τῇ καθόλου κρίσει διαδράναι