301
Σολομῶντος κατὰ τὴν τοῦ Πνεύματος οἰκοδομηθεῖσαν ὑπόσχεσιν. ζʹ. "Εἰσελευσώμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ." Τὸν χρόνον ἐνήλλαξε. Λέγουσι δὲ, ὅτι Ἐκεῖ εἰσιόντες προσκυνοῦμεν, θείας ἐπιφανείας τὸν νεὼν ἠξιῶσθαι πιστεύοντες. Ταύτην γὰρ ἔχει διάνοιαν τὸ, "Οὗ ἔστησαν οἱ πόδες αὐτοῦ." Οὐκ ἀσώματον γὰρ μόνον, ἀλλὰ καὶ ἀπερίγραφον τὸ Θεῖον εἶναι πιστεύο μεν. Σωματικώτερον δὲ ἡ θεία περὶ αὐτοῦ Γραφὴ διαλέγεται, ταῖς ἀνθρωπίναις ἀκοαῖς μετροῦσα τοὺς λόγους. ηʹ. "Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου." Ἀνάστασιν τοῦ Θεοῦ καλοῦσι τὴν κατὰ νόμον λα τρείαν, οὐ ταύτης δεομένου, [οὐδὲ ταύτῃ ἐπιτερ πομένου,] ἀλλὰ τῶν προσφερόντων τὴν εὐσέβειαν ἀσπαζομένου· καὶ παρακαλοῦσι δὲ αὖθις αὐτοῦ τὴν χάριν ἐπιφανῆναι, καὶ τὴν προτέραν δοῦναι τῷ ναῷ περιφάνειαν. "Σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. "Ἐπειδὴ ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἡ κιβωτὸς ἔκειτο τὰς πλάκας ἔχουσα τοῦ νόμου, ἐπέκειτο δὲ ταύτῃ τὸ ἱλαστήριον, δι' ἐκείνου δὲ τῷ ἀρχιερεῖ μηνύματά τινα τῆς θείας ἐπιφανείας ἐγίνετο, εἰκό τως ἐμνημόνευσε τῆς κιβωτοῦ. Ὁ Θεὸς γὰρ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ. Οὕτω δὲ καὶ ὁ σοφὸς προσηύξατο Σολομών· "Εἰ ὁ 80.1908 οὐρανὸς, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι." Τοῦτο καὶ αὐτὸς ὁ τῶν ὅλων ἔφη Θεός· "Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ τίς τόπος τῆς καταπαύσεώς μού ἐστιν;" θʹ. "Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται." Τούτου, φησὶ, γινομέ νου, καὶ ᾠκοδομημένου τοῦ οἴκου, καὶ τῆς κιβωτοῦ πάλιν τιθεμένης ἐν τοῖς ἀδύτοις, οἱ μὲν ἱερεῖς τὴν κατὰ νόμον ἐπιτελοῦντες λατρείαν δικαιωθήσονται, οἱ δὲ τῆς μὲν ἱερατικῆς οὐ μετειληφότες ἀξίας, εὐσεβείας δὲ ὅμως πεφροντικότες, πάσης εὐφροσύνης πλησθήσονται. ιʹ. "Ἕνεκεν ∆αβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέφῃς τὸ πρόσωπον τοῦ Χριστοῦ σου." Χριστὸν ἐνταῦθα τὴν βασιλείαν καλεῖ. Καὶ ἐπειδὴ δυσσεβεῖς οἱ τηνι καῦτα αὐτῶν ἦσαν βασιλεῖς, διὰ τὸν ∆αβὶδ ἀξιοῦσι μὴ ἀποσβῆναι τῆς βασιλείας τὸ γένος. Εἶτα τῶν γεγενημένων ἀναμιμνήσκουσι ὑποσχέσεων. ιαʹ. "Ὤμοσε Κύριος τῷ ∆αβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν." Ἀψευδὴς, φησὶν, ὁ ὑποσχό μενος, καὶ ἀληθείας ὑπάρχει πηγὴ, καὶ τῶν ἀδυ νάτων μὴ πέρας λαβεῖν τὴν ὑπόσχεσιν. "Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου." Μία μὲν ὑπόσχεσις αὕτη, καὶ τὸ πέρας ἐδέξατο. Οὐ γὰρ μόνος Σολομὼν, ἀλλὰ καὶ οἱ ἐκ Σολομῶντος, τῶν βα σιλικῶν ἠξιώθησαν θρόνων. Τὸ δὲ τέλος τῆς ὑπο σχέσεως ὁ ∆εσπότης Χριστὸς ἐβεβαίωσε, τοῦ ∆αβὶδ κρατύνας τὴν βασιλείαν. Τοῦτο γὰρ καὶ ὁ μακάριος προεθέσπισεν Ἡσαΐας· "Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγε λος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσια στὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος, ἀμήν." Καὶ μετ' ὀλίγα· "Ἐπὶ τὸν θρόνον ∆αβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, τοῦ κατορθῶσαι αὐτὴν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον." Ταύτην μὲν, ὡς ἔφην, τὴν ὑπόσχεσιν ὁ ∆εσπότης Χριστὸς ἐβεβαίω σε· τὴν μέντοι ἑτέραν οὐκ ἀόριστον δέδωκεν ὁ Θεός. ἔφη δὲ οὕτως· ιβʹ. "Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτοὺς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου." Ἡ μὲν οὖν τοῦ ∆εσπότου ἐπαγγελία τοιαύτη, ἡ δὲ ἐκείνων παρανομία τῆς βασιλείας τὸν δρόμον διέκοψεν." Εὐθὺς γὰρ ὁ Σολομὼν ἐκπεσὼν εἰς ἀσέβειαν τὴν θείαν ὀργὴν ἐπεσπάσατο. Οὗ δὴ χάριν ὁ θρόνος ἐτυραννήθη, καὶ ἑτέρου αἱ δέκα φυ λαὶ βασιλείαν ἐδέξαντο· χρόνῳ δὲ ὕστερον καὶ αἱ δύο φυλαὶ τῆς ∆αβιτικῆς ἐγυμνώθησαν βασιλείας. ιγʹ. "Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ." Ἄνωθεν, φησὶν, ὦ ∆έσποτα, ταύτην τῶν ἄλλων προετίμησας πόλεων, καὶ οἰκεῖον ἀπέφηνας οἰκητήριον. 80.1909 ιδʹ. "Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος." Ταῦτα, φησὶ, σὺ εἶπας, ὦ ∆έσποτα, καὶ