Historia Arianorum
Τοῦ αὐτοῦ πρὸς ἁπανταχοῦ μοναχοὺς περὶ τῶν γεγενημένων παρὰ τῶν Ἀρειανῶν ἐπὶ Κωνσταντίου.
1.1 ... αὐτοὶ δὲ ὧν ταῦτα ἐμηχανήσαντο χάριν, οὐκ εἰς μακρὰν ἐπλήρωσαν. ἅμα γὰρ ἐπεβούλευσαν καὶ εὐθὺς τοὺς περὶ Ἄρειον εἰς κοινωνίαν ἐδέξαντο. καὶ τὰς μὲν τοσαύτας κατ' αὐτῶν κρίσεις παρεωράκασι, βασιλικὴν δὲ πάλιν ἐξουσίαν ὑπὲρ αὑτῶν προεφασίσαντο· γράφοντές τε οὐκ ᾐσχύνθησαν εἰπεῖν ὅτι «Ἀθανασίου παθόντος ὁ μὲν φθόνος πέπαυται, τοὺς δὲ περὶ Ἄρειον λοιπὸν δεξώμεθα», προστιθέντες πρὸς φόβον τῶν ἀκουόντων ὅτι «τοῦ 1.2 το γὰρ βασιλεὺς προσέταξεν». εἶτα οὐκ ᾐσχύνθησαν προσθεῖναι, ὅτι καὶ ὀρθῶς φρονοῦ σιν οἱ ἄνθρωποι, μὴ φοβηθέντες τὸ γεγραμμένον· «οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκύ, οἱ τιθέντες τὸ σκότος φῶς». πάντα γὰρ ὑπὲρ τῆς αἱρέσεως ὑπομένειν εἰσὶν ἕτοιμοι. ἆρ' οὖν οὐχὶ καὶ ἐκ τούτου πᾶσιν ἄντικρυς δείκνυται, ὡς οὐκ ἐκκλησιαστικῇ κρίσει, ἀλλ' ἐκ βασιλέως ἀπειλῆς διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν καὶ τότε πεπόνθαμεν καὶ νῦν διωκόμεθα; καὶ γὰρ καὶ ἑτέροις οὕτως ἐπεβούλευσαν ἐπισκόποις πλασάμενοι καὶ κατ' ἐκείνων πάλιν προφάσεις, ὧν οἱ μὲν ἐν τοῖς ἐξορισμοῖς ἐκοιμήθησαν ἔχοντες τὸ καύχημα τῆς εἰς Χριστὸν ὁμολογίας, οἱ δὲ ἔτι καὶ νῦν ὑπερόριοι τυγχάνουσιν, ἀνδριζόμενοι μᾶλλον κατὰ τῆς αἱρέσεως ἐκείνων καὶ λέγοντες· «οὐδὲν ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ ». 2.1 Ἔξεστι δὲ καὶ ἐκ τούτου πάλιν αὐτὴν καταμαθεῖν καὶ μᾶλλον αὐτῆς καταγνῶναι. ὁ μὲν γὰρ φίλος καὶ συνασεβῶν ἐκείνοις, κἂν ἐν ἄλλοις πλημμελήμασι καὶ μυρίοις ἐγκλήμασιν ὑπεύθυνος τυγχάνῃ, κἂν ἔχῃ τοὺς ἐλέγχους καὶ τὰς ἀποδείξεις λευκοτάτας, οὗτος δόκιμος παρ' αὐτοῖς καὶ βασιλέως εὐθὺς γίνεται φίλος ἔχων τὴν σύστασιν ἐκ τῆς ἀσεβείας, χρηματισθείς τε πλεῖστα λαμβάνει καὶ παρρησίαν ποιεῖν, ἃ βούλεται, παρὰ τοῖς δικασταῖς. 2.2 ὁ δὲ τὴν ἀσέβειαν ἐκείνων ἐλέγχων καὶ τὰ Χριστοῦ γνησίως πρεσβεύων, οὗτος, κἂν καθαρὸς ἐν πᾶσιν ὑπάρχῃ, κἂν μηδὲν ἑαυτῷ συγγινώσκῃ, κἂν μὴ κατήγορον ἔχῃ, ἀλλ' ἐκείνων προφάσεις πλασαμένων εὐθὺς ἁρπάζεται καὶ κρίσει βασιλέως αὐτὸς μὲν ὑπερόριος γίνεται 2.3 ὡς ὑπεύθυνος, οἷς ἂν ἐκεῖνοι θελήσωσιν, ἢ ὡς βασιλέα ὑβρίσας ὡς ὁ Ναβουθέ. ὁ δὲ πρεσ βεύων τὰ τῆς αἱρέσεως ἐκείνων ζητεῖται καὶ εὐθὺς ἀποστέλλεται εἰς τὴν ἐκκλησίαν ἐκείνου 2.4 καὶ λοιπὸν δημεύσεις καὶ ὕβρεις καὶ πάντα τὰ δεινὰ κατὰ τῶν μὴ δεχομένων ἐκεῖνον. καὶ τὸ παραδοξότατον, ὃν μὲν οἱ λαοὶ βούλονται καὶ γινώσκουσιν ἀνεπίληπτον, τοῦτον ἀφαιρεῖται καὶ ἐξορίζει βασιλεύς, ὃν δὲ μήτε βούλονται μήτε γινώσκουσι, τοῦτον μακρόθεν μετὰ στρατιωτῶν ἀποστέλλει καὶ γραμμάτων ἑαυτοῦ. καὶ λοιπὸν ἀνάγκη πολλὴ μισεῖν μὲν ὃν ἀγαπῶσι τὸν κατηχήσαντα καὶ πατέρα γενόμενον ἐν θεοσεβείᾳ, ἀγαπᾶν δὲ ὃν οὐ βούλονται καὶ πιστεύειν ἑαυτῶν τὰ τέκνα, οὗ τὸν βίον καὶ τὴν ἀναστροφὴν καὶ τίς ἐστιν οὐ γινώσκουσιν, ἢ δηλονότι τιμωρίαν ὑπομένειν, ἢν μὴ πείθωνται βασιλεῖ. 3.1 Ταῦτα καὶ νῦν δρῶσι καὶ πάλαι πεποιήκασιν οἱ δυσσεβεῖς κατὰ τῶν ὀρθοδόξων γνώρισμα τῆς ἑαυτῶν κακοηθείας καὶ ἀσεβείας πανταχοῦ παρὰ πᾶσι παρασχόντες. 3.2 ἔστω γάρ, Ἀθανάσιον ᾐτιάσαντο· τί καὶ οἱ ἄλλοι πεποιήκασιν ἐπίσκοποι; ποίας ἄρα προφάσεις εἶχον ἢ ποῖος ἄρα κἀκεῖ νεκρὸς Ἀρσένιος εὑρέθη; ποῖος παρ' αὐτοῖς Μακάριος πρεσβύτερος καὶ ποτήριον πέπλασται; ποῖος Μελιτιανὸς ὑπεκρίνετο; ἀλλ' ὡς ἔοικεν ἐξ ἐκείνων καὶ τὰ κατὰ Ἀθανάσιον δείκνυται ψευδῆ. καὶ ἐξ ὧν δὲ Ἀθανασίῳ ἐπεχείρησαν, 3.3 δῆλα καὶ τὰ κατ' ἐκείνων ἐστὶ πεπλασμένα. μέγα τι
1