1 Esdras 1
1
καὶ ἤγαγεν Ιωσιας τὸ πασχα ἐν Ιερουσαλημ τῷ κυρίῳ αὐτοῦ καὶ ἔθυσεν τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου
2
στήσας τοὺς ἱερεῖς κατ’ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ κυρίου
3
καὶ εἶπεν τοῖς Λευίταις ἱεροδούλοις τοῦ Ισραηλ ἁγιάσαι ἑαυτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ
ᾧ ᾠκοδόμησεν Σαλωμων ὁ τοῦ Δαυιδ ὁ βασιλεύς οὐκ ἔσται ὑμῖν ἆραι ἐπ’ ὤμων αὐτήν
4
καὶ νῦν λατρεύετε τῷ κυρίῳ θεῷ ὑμῶν καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ Ισραηλ καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶν
κατὰ τὴν γραφὴν Δαυιδ βασιλέως Ισραηλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμων τοῦ υἱοῦ αὐτοῦ
5
καὶ στάντες ἐν τῷ ἱερῷ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευιτῶν τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραηλ ἐν τάξει
6
θύσατε τὸ πασχα καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν καὶ ποιήσατε τὸ πασχα κατὰ τὸ πρόσταγμα τοῦ κυρίου τὸ δοθὲν
τῷ Μωυσῇ
7
καὶ ἐδωρήσατο Ιωσιας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας μόσχους τρισχιλίους ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη
κατ’ ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευίταις
8
καὶ ἔδωκεν Χελκιας καὶ Ζαχαριας καὶ Ησυηλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πασχα πρόβατα δισχίλια ἑξακόσια μόσχους
τριακοσίους
9
καὶ Ιεχονιας καὶ Σαμαιας καὶ Ναθαναηλ ὁ ἀδελφὸς καὶ Ασαβιας καὶ Οχιηλος καὶ Ιωραμ χιλίαρχοι ἔδωκαν τοῖς Λευίταις εἰς πασχα
πρόβατα πεντακισχίλια μόσχους ἑπτακοσίους
10
καὶ ταῦτα τὰ γενόμενα εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται
11
ἔχοντες τὰ ἄζυμα κατὰ τὰς φυλὰς
12
καὶ κατὰ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσθεν τοῦ λαοῦ προσενεγκεῖν τῷ κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ καὶ οὕτω
τὸ πρωινόν
13
καὶ ὤπτησαν τὸ πασχα πυρὶ ὡς καθήκει καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκείοις καὶ λέβησιν μετ’ εὐωδίας καὶ ἀπήνεγκαν πᾶσι
τοῖς ἐκ τοῦ λαοῦ
14
μετὰ δὲ ταῦτα ἡτοίμασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ααρων οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας
καὶ οἱ Λευῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ααρων
15
καὶ οἱ ἱεροψάλται υἱοὶ Ασαφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν κατὰ τὰ ὑπὸ Δαυιδ τεταγμένα καὶ Ασαφ καὶ Ζαχαριας καὶ Εδδινους οἱ
παρὰ τοῦ βασιλέως καὶ οἱ θυρωροὶ ἐφ’ ἑκάστου πυλῶνος οὐκ ἔστιν παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν οἱ γὰρ ἀδελφοὶ αὐτῶν
οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς
16
καὶ συνετελέσθη τὰ τῆς θυσίας τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀχθῆναι τὸ πασχα καὶ προσενεχθῆναι τὰς θυσίας ἐπὶ τὸ τοῦ κυρίου
θυσιαστήριον κατὰ τὴν ἐπιταγὴν τοῦ βασιλέως Ιωσιου
17
καὶ ἠγάγοσαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πασχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά
18
καὶ οὐκ ἤχθη τὸ πασχα τοιοῦτο ἐν τῷ Ισραηλ ἀπὸ τῶν χρόνων Σαμουηλ τοῦ προφήτου
19
καὶ πάντες οἱ βασιλεῖς τοῦ Ισραηλ οὐκ ἠγάγοσαν πασχα τοιοῦτον οἷον ἤγαγεν Ιωσιας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ Ιουδαῖοι
καὶ πᾶς Ισραηλ οἱ εὑρεθέντες ἐν τῇ κατοικήσει αὐτῶν ἐν Ιερουσαλημ
20
ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ιωσιου ἤχθη τὸ πασχα τοῦτο
21
καὶ ὠρθώθη τὰ ἔργα Ιωσιου ἐνώπιον τοῦ κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας
22
καὶ τὰ κατ’ αὐτὸν δὲ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν κύριον παρὰ πᾶν ἔθνος
καὶ βασιλείαν καὶ ἃ ἐλύπησαν αὐτὸν ἐν αἰσθήσει καὶ οἱ λόγοι τοῦ κυρίου ἀνέστησαν ἐπὶ Ισραηλ
23
καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην Ιωσιου συνέβη Φαραω βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Χαρκαμυς ἐπὶ τοῦ Εὐφράτου
καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ Ιωσιας
24
καὶ διεπέμψατο βασιλεὺς Αἰγύπτου πρὸς αὐτὸν λέγων τί ἐμοὶ καὶ σοί ἐστιν βασιλεῦ τῆς Ιουδαίας
25
οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι ὑπὸ κυρίου τοῦ θεοῦ ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μού ἐστιν καὶ νῦν κύριος μετ’ ἐμοῦ ἐστιν καὶ
κύριος μετ’ ἐμοῦ ἐπισπεύδων ἐστίν ἀπόστηθι καὶ μὴ ἐναντιοῦ τῷ κυρίῳ
26
καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ιωσιας ἐπὶ τὸ ἅρμα αὐτοῦ ἀλλὰ πολεμεῖν αὐτὸν ἐπιχειρεῖ οὐ προσέχων ῥήμασιν Ιερεμιου προφήτου ἐκ
στόματος κυρίου
27
ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μαγεδδαους καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς τὸν βασιλέα Ιωσιαν
28
καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ ἀποστήσατέ με ἀπὸ τῆς μάχης ἠσθένησα γὰρ λίαν καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες
αὐτοῦ ἀπὸ τῆς παρατάξεως
29
καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ καὶ ἀποκατασταθεὶς εἰς Ιερουσαλημ μετήλλαξεν τὸν βίον αὐτοῦ καὶ ἐτάφη ἐν τῷ πατρικῷ
τάφῳ
30
καὶ ἐν ὅλῃ τῇ Ιουδαίᾳ ἐπένθησαν τὸν Ιωσιαν καὶ ἐθρήνησεν Ιερεμιας ὁ προφήτης ὑπὲρ Ιωσιου καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν
ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης καὶ ἐξεδόθη τοῦτο γίνεσθαι αἰεὶ εἰς ἅπαν τὸ γένος Ισραηλ
31
ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βύβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς Ιουδαίας καὶ τὸ καθ’ ἓν πραχθὲν τῆς πράξεως Ιωσιου
καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ κυρίου τά τε προπραχθέντα ὑπ’ αὐτοῦ καὶ τὰ νῦν ἱστόρηται ἐν τῷ βυβλίῳ
τῶν βασιλέων Ισραηλ καὶ Ιουδα
32
καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν Ιεχονιαν υἱὸν Ιωσιου ἀνέδειξαν βασιλέα ἀντὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ ὄντα ἐτῶν εἴκοσι
τριῶν
33
καὶ ἐβασίλευσεν ἐν Ιουδα καὶ Ιερουσαλημ μῆνας τρεῖς καὶ ἀπεκατέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου βασιλεύειν ἐν Ιερουσαλημ
34
καὶ ἐζημίωσεν τὸ ἔθνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντῳ ἑνί
35
καὶ ἀνέδειξεν ὁ βασιλεὺς Αἰγύπτου βασιλέα Ιωακιμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τῆς Ιουδαίας καὶ Ιερουσαλημ
36
καὶ ἔδησεν Ιωακιμ τοὺς μεγιστᾶνας Ζαριον δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου
37
ἐτῶν δὲ ἦν εἴκοσι πέντε Ιωακιμ ὅτε ἐβασίλευσεν τῆς Ιουδαίας καὶ Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου
38
ἐπ’ αὐτὸν δὲ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ δήσας αὐτὸν ἐν χαλκείῳ δεσμῷ ἀπήγαγεν εἰς Βαβυλῶνα
39
καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ κυρίου λαβὼν Ναβουχοδονοσορ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι
40
τὰ δὲ ἱστορηθέντα περὶ αὐτοῦ καὶ τῆς αὐτοῦ ἀκαθαρσίας καὶ δυσσεβείας ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν χρόνων τῶν βασιλέων
41
καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ιωακιμ ὁ υἱὸς αὐτοῦ ὅτε γὰρ ἀνεδείχθη ἦν ἐτῶν δέκα ὀκτώ
42
βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἔναντι κυρίου
43
καὶ μετ’ ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονοσορ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἅμα τοῖς ἱεροῖς σκεύεσιν τοῦ κυρίου
44
καὶ ἀνέδειξε Σεδεκιαν βασιλέα τῆς Ιουδαίας καὶ Ιερουσαλημ Σεδεκιαν ὄντα ἐτῶν εἴκοσι ἑνός βασιλεύει δὲ ἔτη ἕνδεκα
45
καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ οὐκ ἐνετράπη ἀπὸ τῶν ῥηθέντων λόγων ὑπὸ Ιερεμιου τοῦ προφήτου ἐκ στόματος τοῦ κυρίου
46
καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονοσορ τῷ ὀνόματι τοῦ κυρίου ἐπιορκήσας ἀπέστη καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ
τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα κυρίου θεοῦ Ισραηλ
47
καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ἠνόμησαν ὑπὲρ πάσας τὰς ἀκαθαρσίας πάντων τῶν ἐθνῶν καὶ ἐμίαναν
τὸ ἱερὸν τοῦ κυρίου τὸ ἁγιαζόμενον ἐν Ιεροσολύμοις
48
καὶ ἀπέστειλεν ὁ θεὸς τῶν πατέρων αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς καθὸ ἐφείδετο αὐτῶν καὶ τοῦ σκηνώματος αὐτοῦ
49
αὐτοὶ δὲ ἐξεμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ καὶ ᾗ ἡμέρᾳ ἐλάλησεν κύριος ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ ἕως τοῦ θυμωθέντα
αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπ’ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων
50
οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ περικύκλῳ τοῦ ἁγίου αὐτῶν ἱεροῦ καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου
καὶ πρεσβύτου καὶ νεωτέρου ἀλλὰ πάντας παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν
51
καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τὰς κιβωτοὺς τοῦ κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες
ἀπήνεγκαν εἰς Βαβυλῶνα
52
καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ κυρίου καὶ ἔλυσαν τὰ τείχα Ιεροσολύμων καὶ τοὺς πύργους αὐτῶν ἐνεπύρισαν ἐν πυρὶ
53
καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρεῶσαι καὶ τοὺς ἐπιλοίπους ἀπήγαγεν μετὰ ῥομφαίας εἰς Βαβυλῶνα
54
καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι Πέρσας εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι Ιερεμιου
55
ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα