Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Mark : Chapter 1

Mark 1
Mark 2
Mark 3
Mark 4
Mark 5
Mark 6
Mark 7
Mark 8
Mark 9
Mark 10
Mark 11
Mark 12
Mark 13
Mark 14
Mark 15
Mark 16

Mark 1

1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ χριστοῦ, υἱοῦ {NA υἱοῦ τοῦ θεοῦ > [υἱοῦ θεοῦ] } τοῦ θεοῦ. 2 ¶Ὡς {NA Ὡς > Καθὼς } γέγραπται ἐν τοῖς {NA τοῖς προφήταις > τῷ Ἠσαΐᾳ τῷ προφήτῃ } προφήταις, Ἰδού, ἐγὼ {NA ἐγὼ > - } ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν {NA ἔμπροσθέν σου > - } σου. 3 Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. 4 Ἐγένετο Ἰωάννης βαπτίζων {NA βαπτίζων > [ὁ] βαπτίζων } ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. 5 Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται, καὶ {NA καὶ ἐβαπτίζοντο πάντες > πάντες καὶ ἐβαπτίζοντο } ἐβαπτίζοντο πάντες ἐν {NA ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ’ αὐτοῦ > ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ } τῷ Ἰορδάνῃ ποταμῷ ὑπ’ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 6 Ἦν {NA Ἦν δὲ > Καὶ ἦν } δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. 7 Καὶ ἐκήρυσσεν, λέγων, Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. 8 Ἐγὼ μὲν {NA μὲν > - } ἐβάπτισα ὑμᾶς {NA ὑμᾶς ἐν ὕδατι > ὑμᾶς ὕδατι } ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ. 9 ¶Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ {NA ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην > εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου } Ἰωάννου εἰς τὸν Ἰορδάνην. 10 Καὶ εὐθέως {NA εὐθέως > εὐθὺς } ἀναβαίνων ἀπὸ {NA ἀπὸ > ἐκ } τοῦ ὕδατος, εἶδεν σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμα ὡσεὶ {Byz ὡσεὶ > ὡς } {NA ὡσεὶ > ὡς } περιστερὰν καταβαῖνον ἐπ’ {NA ἐπ’ > εἰς } αὐτόν· 11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ {NA ᾧ > σοὶ } εὐδόκησα. 12 ¶Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. 13 Καὶ ἦν ἐκεῖ {NA ἐκεῖ > - } ἐν τῇ ἐρήμῳ ἡμέρας {NA ἡμέρας τεσσαράκοντα > τεσσεράκοντα ἡμέρας } τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. 14 ¶Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τῆς {NA τῆς βασιλείας > - } βασιλείας τοῦ θεοῦ, 15 καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρός, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ. 16 ¶Περιπατῶν {NA Περιπατῶν δὲ > Καὶ παράγων } δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ {NA αὐτοῦ τοῦ > - } τοῦ Σίμωνος βάλλοντας {NA βάλλοντας ἀμφίβληστρον > ἀμφιβάλλοντας } ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς. 17 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. 18 Καὶ εὐθέως {NA εὐθέως > εὐθὺς } ἀφέντες τὰ δίκτυα αὐτῶν, {NA αὐτῶν > - } ἠκολούθησαν αὐτῷ. 19 Καὶ προβὰς ἐκεῖθεν {NA ἐκεῖθεν > - } ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα. 20 Καὶ εὐθέως {NA εὐθέως > εὐθὺς } ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ. 21 ¶Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· {NA Καπερναούμ καὶ εὐθέως > Καφαρναούμ καὶ εὐθὺς } καὶ εὐθέως τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκεν. 22 Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 Καὶ ἦν {NA ἦν > εὐθὺς ἦν } ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν, 24 λέγων, Ἔα, {NA Ἔα > - } τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 25 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ κράξαν {NA κράξαν > φωνῆσαν } φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ. 27 Καὶ ἐθαμβήθησαν πάντες, {NA πάντες > ἅπαντες } ὥστε συζητεῖν πρὸς ἑαυτούς, λέγοντας, Τί ἐστιν τοῦτο; Τίς {NA Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη ὅτι > Διδαχὴ καινὴ } ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; 28 Ἐξῆλθεν {NA Ἐξῆλθεν δὲ > Καὶ ἐξῆλθεν } δὲ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς εἰς {NA εἰς > πανταχοῦ εἰς } ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας. 29 ¶Καὶ εὐθέως {NA εὐθέως > εὐθὺς } ἐκ τῆς συναγωγῆς ἐξελθόντες, ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30 Ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθέως {NA εὐθέως > εὐθὺς } λέγουσιν αὐτῷ περὶ αὐτῆς· 31 καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς αὐτῆς· {NA αὐτῆς > - } καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέως, {NA εὐθέως > - } καὶ διηκόνει αὐτοῖς. 32 ¶Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 33 καὶ ἡ {NA ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν > ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη } πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν. 34 Καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν. {Byz αὐτόν > αὐτὸν χριστὸν εἶναι } 35 ¶Καὶ πρωῒ ἔννυχον {NA ἔννυχον > ἔννυχα } λίαν ἀναστὰς ἐξῆλθεν, καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. 36 Καὶ κατεδίωξαν {NA κατεδίωξαν > κατεδίωξεν } αὐτὸν ὁ {NA ὁ > - } Σίμων καὶ οἱ μετ’ αὐτοῦ· 37 καὶ εὑρόντες {NA εὑρόντες αὐτὸν > εὗρον αὐτὸν καὶ } αὐτὸν λέγουσιν αὐτῷ ὅτι Πάντες σε {NA σε ζητοῦσιν > ζητοῦσίν σε } ζητοῦσιν. 38 Καὶ λέγει αὐτοῖς, Ἄγωμεν εἰς {NA Ἄγωμεν > Ἄγωμεν ἀλλαχοῦ } τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα. {NA ἐξελήλυθα > ἐξῆλθον } 39 Καὶ ἦν {NA ἦν > ἦλθεν } κηρύσσων ἐν {NA ἐν ταῖς συναγωγαῖς > εἰς τὰς συναγωγὰς } ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων. 40 ¶Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ {NA καὶ γονυπετῶν αὐτόν > [καὶ γονυπετῶν] } γονυπετῶν αὐτόν, καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 41 {NA Ὁ δὲ Ἰησοῦς > Καὶ } δὲ Ἰησοῦς σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα, ἥψατο {NA ἥψατο αὐτοῦ > αὐτοῦ ἥψατο } αὐτοῦ, καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι. 42 Καὶ εἰπόντος {NA εἰπόντος αὐτοῦ > - } αὐτοῦ εὐθέως {NA εὐθέως > εὐθὺς } ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. 43 Καὶ ἐμβριμησάμενος αὐτῷ, εὐθέως {NA εὐθέως > εὐθὺς } ἐξέβαλεν αὐτόν, 44 καὶ λέγει αὐτῷ, Ὅρα μηδενὶ μηδὲν εἴπῃς· ἀλλ’ {NA ἀλλ’ > ἀλλὰ } ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωσῆς, {NA Μωσῆς > Μωϋσῆς } εἰς μαρτύριον αὐτοῖς. 45 Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ’ ἔξω ἐν {NA ἐν > ἐπ’ } ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πανταχόθεν. {NA πανταχόθεν > πάντοθεν }