Titus 1
1
Παῦλος, δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν
ἀληθείας τῆς κατ’ εὐσέβειαν,
2
ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων,
3
ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ’ ἐπιταγὴν
τοῦ σωτῆρος ἡμῶν θεοῦ,
4
Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις, ἔλεος,
{NA ἔλεος εἰρήνη > καὶ εἰρήνη } εἰρήνη ἀπὸ θεοῦ πατρός, καὶ κυρίου
{NA κυρίου Ἰησοῦ χριστοῦ > χριστοῦ Ἰησοῦ } Ἰησοῦ χριστοῦ τοῦ σωτῆρος ἡμῶν.
5
¶Τούτου χάριν κατέλιπόν
{NA κατέλιπόν > ἀπέλιπόν } σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους,
ὡς ἐγώ σοι διεταξάμην·
6
εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας
ἢ ἀνυπότακτα.
7
Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς θεοῦ οἰκονόμον· μὴ αὐθάδη, μὴ ὀργίλον,
μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ,
8
ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ,
9
ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ
διδασκαλίᾳ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
10
¶Εἰσὶν γὰρ πολλοὶ καὶ
{NA καὶ ἀνυπότακτοι > [καὶ] ἀνυπότακτοι } ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ περιτομῆς,
{NA περιτομῆς > τῆς περιτομῆς }
11
οὓς δεῖ ἐπιστομίζειν· οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ
κέρδους χάριν.
12
Εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες
ἀργαί.
13
Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. Δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν
ἐν τῇ πίστει,
14
μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις, καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.
15
Πάντα μὲν
{NA μὲν > - } καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιασμένοις
{NA μεμιασμένοις > μεμιαμμένοις } καὶ ἀπίστοις οὐδὲν καθαρόν· ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.
16
Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ
πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.