1Cor 2
1
Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν
τὸ μαρτύριον
{NA μαρτύριον > μυστήριον } τοῦ θεοῦ.
2
Οὐ γὰρ ἔκρινα τοῦ
{NA τοῦ εἰδέναι τι > τι εἰδέναι } εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν χριστόν, καὶ τοῦτον ἐσταυρωμένον.
3
Καὶ
{NA Καὶ ἐγὼ > Κἀγὼ } ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς.
4
Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς
{NA πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις > πειθοῖ[ς] σοφίας [λόγοις] } ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως·
5
ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ’ ἐν δυνάμει θεοῦ.
6
¶Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων
τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων·
7
ἀλλὰ λαλοῦμεν σοφίαν
{NA σοφίαν θεοῦ > θεοῦ σοφίαν } θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν
ἡμῶν·
8
ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον
τῆς δόξης ἐσταύρωσαν·
9
ἀλλὰ καθὼς γέγραπται, Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου
οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
10
Ἡμῖν δὲ ὁ
{NA ὁ θεὸς ἀπεκάλυψεν > ἀπεκάλυψεν ὁ θεὸς } θεὸς ἀπεκάλυψεν διὰ τοῦ πνεύματος αὐτοῦ·
{NA αὐτοῦ > - } τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ,
{NA ἐρευνᾷ > ἐραυνᾷ } καὶ τὰ βάθη τοῦ θεοῦ.
11
Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτως
καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν,
{NA οἶδεν εἰ > ἔγνωκεν εἰ } εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.
12
Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν
τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν.
13
Ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος
ἁγίου,
{NA ἁγίου > - } πνευματικοῖς πνευματικὰ συγκρίνοντες.
14
Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν, καὶ
οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται.
15
Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν
{NA μὲν > [τὰ] } πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται.
16
Τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν χριστοῦ ἔχομεν.