Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : James : Chapter 2

Jas 1
Jas 2
Jas 3
Jas 4
Jas 5

Jas 2

1 Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις {NA προσωποληψίαις > προσωπολημψίαις } ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ τῆς δόξης. 2 Ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν {NA τὴν > - } συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, 3 καὶ {NA καὶ ἐπιβλέψητε > ἐπιβλέψητε δὲ } ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπράν, καὶ εἴπητε αὐτῷ, {NA αὐτῷ > - } Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ στῆθι ἐκεῖ, ἢ κάθου {NA28 ἐκεῖ ἢ κάθου > ἢ κάθου ἐκεῖ } ὧδε {NA ὧδε ὑπὸ > ὑπὸ } ὑπὸ τὸ ὑποπόδιόν μου· 4 καὶ {NA27 καὶ οὐ > οὐ } οὐ διεκρίθητε ἐν ἑαυτοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; 5 Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. Οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ {NA τοῦ κόσμου > τῷ κόσμῳ } κόσμου πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; 6 Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; 7 Οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ὑμᾶς; 8 Εἰ μέντοι νόμον τελεῖτε βασιλικόν, κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· 9 εἰ δὲ προσωποληπτεῖτε, {NA προσωποληπτεῖτε > προσωπολημπτεῖτε } ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10 Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσει, {NA τηρήσει πταίσει > τηρήσῃ πταίσῃ } πταίσει δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. 11 Ὁ γὰρ εἰπών, Μὴ {NA Μὴ μοιχεύσεις > Μὴ μοιχεύσῃς } μοιχεύσεις, εἶπεν καί, Μὴ {NA Μὴ φονεύσεις > Μὴ φονεύσῃς } φονεύσεις· εἰ δὲ οὐ μοιχεύσεις, {NA μοιχεύσεις φονεύσεις > μοιχεύεις φονεύεις } φονεύσεις δέ, γέγονας παραβάτης νόμου. 12 Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13 Ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ἔλεον {NA ἔλεον > ἔλεος } κρίσεως. 14 ¶Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; 15 Ἐὰν δὲ {NA δὲ > - } ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι ὦσιν {NA27 ὦσιν > - } τῆς ἐφημέρου τροφῆς, 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος; 17 Οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ἔργα {NA ἔργα ἔχῃ > ἔχῃ ἔργα } ἔχῃ, νεκρά ἐστιν καθ’ ἑαυτήν. 18 Ἀλλ’ ἐρεῖ τις, Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω· δεῖξόν μοι τὴν πίστιν σου ἐκ {NA ἐκ τῶν ἔργων σου κἀγὼ δείξω σοι > χωρὶς τῶν ἔργων κἀγώ σοι δείξω } τῶν ἔργων σου, κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου. {NA πίστιν μου > πίστιν } 19 Σὺ πιστεύεις ὅτι ὁ {NA ὁ θεὸς εἷς ἐστίν > εἷς ἐστιν ὁ θεός } θεὸς εἷς ἐστίν· καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν, καὶ φρίσσουσιν. 20 Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά {NA νεκρά > ἀργή } ἐστιν; 21 Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22 Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη; 23 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη. 24 Ὁρᾶτε τοίνυν {NA τοίνυν > - } ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον. 25 Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 26 Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς τῶν {NA τῶν > - } ἔργων νεκρά ἐστιν.