Luke 2
1
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι
πᾶσαν τὴν οἰκουμένην.
2
Αὕτη ἡ
{NA ἡ > - } ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.
3
Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν
{NA ἰδίαν > ἑαυτοῦ } πόλιν.
4
Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρέτ,
{NA Ναζαρέτ > Ναζαρέθ } εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαυίδ, ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου
καὶ πατριᾶς Δαυίδ,
5
ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ
{NA μεμνηστευμένῃ αὐτῷ γυναικί > ἐμνηστευμένῃ αὐτῷ } αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ.
6
Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν.
7
Καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν
ἐν τῇ
{NA τῇ > - } φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
8
¶Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς
ἐπὶ τὴν ποίμνην αὐτῶν.
9
Καὶ ἰδού,
{NA ἰδού > - } ἄγγελος κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς· καὶ ἐφοβήθησαν
φόβον μέγαν.
10
Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε· ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην,
ἥτις ἔσται παντὶ τῷ λαῷ·
11
ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστιν χριστὸς κύριος, ἐν πόλει Δαυίδ.
12
Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον
{NA κείμενον > καὶ κείμενον } ἐν φάτνῃ.
13
Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν θεόν, καὶ
λεγόντων,
14
Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις εὐδοκία.
{NA εὐδοκία > εὐδοκίας }
15
¶Καὶ ἐγένετο, ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ
{NA καὶ οἱ ἄνθρωποι > - } οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον
{NA εἶπον > ἐλάλουν } πρὸς ἀλλήλους, Διέλθωμεν δὴ ἕως Βηθλέεμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ
κύριος ἐγνώρισεν ἡμῖν.
16
Καὶ ἦλθον
{NA ἦλθον > ἦλθαν } σπεύσαντες, καὶ ἀνεῦρον
{NA ἀνεῦρον > ἀνεῦραν } τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ.
17
Ἰδόντες δὲ διεγνώρισαν
{NA διεγνώρισαν > ἐγνώρισαν } περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου.
18
Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.
19
Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
20
Καὶ ὑπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν
καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.
21
¶Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς,
τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι
{NA συλληφθῆναι > συλλημφθῆναι } αὐτὸν ἐν τῇ κοιλίᾳ.
22
¶Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωσέως,
{NA Μωσέως > Μωϋσέως } ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ κυρίῳ-
23
καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται-
24
καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ
{NA νόμῳ > τῷ νόμῳ } κυρίου, Ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς
{NA νεοσσοὺς > νοσσοὺς } περιστερῶν.
25
Καὶ ἰδού, ἦν
{NA ἦν ἄνθρωπος > ἄνθρωπος ἦν } ἄνθρωπος ἐν Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής,
προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπ’ αὐτόν.
26
Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν ἢ
{NA ἢ > [ἢ] ἂν } ἴδῃ τὸν χριστὸν κυρίου.
27
Καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον
Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ,
28
καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας αὐτοῦ,
{NA αὐτοῦ > - } καὶ εὐλόγησεν τὸν θεόν, καὶ εἶπεν,
29
Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ·
30
ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
31
ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν·
32
φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
33
Καὶ ἦν Ἰωσὴφ
{NA Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ > ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ } καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
34
Καὶ εὐλόγησεν αὐτοὺς Συμεών, καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, Ἰδού, οὗτος κεῖται
εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον·
35
καὶ σοῦ δὲ
{NA δὲ > [δὲ] } αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
36
Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ- αὕτη προβεβηκυῖα ἐν ἡμέραις
πολλαῖς, ζήσασα ἔτη
{NA ἔτη μετὰ ἀνδρὸς > μετὰ ἀνδρὸς ἔτη } μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς,
37
καὶ αὕτη χήρα ὡς
{NA ὡς > ἕως } ἐτῶν ὀγδοήκοντα τεσσάρων- ἣ οὐκ ἀφίστατο ἀπὸ
{NA ἀπὸ > - } τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν.
38
Καὶ αὕτη αὐτῇ
{NA αὕτη αὐτῇ > αὐτῇ } τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ κυρίῳ,
{NA κυρίῳ > θεῷ } καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν ἐν
{NA ἐν > - } Ἱερουσαλήμ.
39
Καὶ ὡς ἐτέλεσαν ἅπαντα
{NA ἅπαντα > πάντα } τὰ κατὰ τὸν νόμον κυρίου, ὑπέστρεψαν
{NA ὑπέστρεψαν > ἐπέστρεψαν } εἰς τὴν Γαλιλαίαν, εἰς τὴν
{NA τὴν πόλιν > πόλιν } πόλιν ἑαυτῶν Ναζαρέτ.
{NA Ναζαρέτ > Ναζαρέθ }
40
¶Τὸ δὲ παιδίον ηὔξανεν, καὶ ἐκραταιοῦτο πνεύματι,
{NA πνεύματι > - } πληρούμενον σοφίας·
{NA σοφίας > σοφίᾳ } καὶ χάρις θεοῦ ἦν ἐπ’ αὐτό.
41
¶Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ’ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα.
42
Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων
{NA ἀναβάντων > ἀναβαινόντων } αὐτῶν εἰς
{NA εἰς Ἱεροσόλυμα > - } Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς,
43
καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτούς, ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν
Ἱερουσαλήμ· καὶ οὐκ ἔγνω
{NA ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ > ἔγνωσαν οἱ γονεῖς } Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ·
44
νομίσαντες δὲ αὐτὸν ἐν
{NA ἐν τῇ συνοδίᾳ εἶναι > εἶναι ἐν τῇ συνοδίᾳ } τῇ συνοδίᾳ εἶναι, ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσιν
{NA συγγενέσιν καὶ ἐν > συγγενεῦσιν καὶ } καὶ ἐν τοῖς γνωστοῖς·
45
καὶ μὴ εὑρόντες αὐτόν,
{NA αὐτόν ὑπέστρεψαν > ὑπέστρεψαν } ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, ζητοῦντες
{NA ζητοῦντες > ἀναζητοῦντες } αὐτόν.
46
Καὶ ἐγένετο, μεθ’
{NA μεθ’ > μετὰ } ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα
αὐτῶν, καὶ ἐπερωτῶντα αὐτούς.
47
Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.
48
Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν· καὶ πρὸς
{NA πρὸς > εἶπεν πρὸς } αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπεν,
{NA εἶπεν > - } Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδού, ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.
49
Καὶ εἶπεν πρὸς αὐτούς, Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ
εἶναί με;
50
Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.
51
Καὶ κατέβη μετ’ αὐτῶν, καὶ ἦλθεν εἰς Ναζαρέτ·
{NA Ναζαρέτ > Ναζαρέθ } καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα
{NA ταῦτα > - } ἐν τῇ καρδίᾳ αὐτῆς.
52
¶Καὶ Ἰησοῦς προέκοπτεν σοφίᾳ
{NA σοφίᾳ > [ἐν τῇ] σοφίᾳ } καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.