Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Mark : Chapter 2

Mark 1
Mark 2
Mark 3
Mark 4
Mark 5
Mark 6
Mark 7
Mark 8
Mark 9
Mark 10
Mark 11
Mark 12
Mark 13
Mark 14
Mark 15
Mark 16

Mark 2

1 Καὶ εἰσῆλθεν {NA εἰσῆλθεν > εἰσελθὼν } πάλιν εἰς Καπερναοὺμ {NA Καπερναοὺμ > Καφαρναοὺμ } δι’ ἡμερῶν· καὶ {NA καὶ ἠκούσθη > ἠκούσθη } ἠκούσθη ὅτι εἰς {NA εἰς οἶκόν > ἐν οἴκῳ } οἶκόν ἐστιν. 2 Καὶ εὐθέως {NA εὐθέως > - } συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3 Καὶ ἔρχονται πρὸς {NA πρὸς αὐτόν παραλυτικὸν φέροντες > φέροντες πρὸς αὐτὸν παραλυτικόν } αὐτόν, παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων. 4 Καὶ μὴ δυνάμενοι προσεγγίσαι {NA προσεγγίσαι > προσενέγκαι } αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατον {Byz κράββατον > κράβαττον } {NA κράββατον ἐφ’ ᾧ > κράβαττον ὅπου } ἐφ’ ᾧ ὁ παραλυτικὸς κατέκειτο. 5 Ἰδὼν {NA Ἰδὼν δὲ > Καὶ ἰδὼν } δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, ἀφέωνταί {NA ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου > ἀφίενταί σου αἱ ἁμαρτίαι } σοι αἱ ἁμαρτίαι σου. 6 Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν, 7 Τί οὗτος οὕτως λαλεῖ βλασφημίας; {NA λαλεῖ βλασφημίας; > λαλεῖ; Βλασφημεῖ. } Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ θεός; 8 Καὶ εὐθέως {NA εὐθέως > εὐθὺς } ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ {NA αὐτοὶ > - } διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν {NA εἶπεν > λέγει } αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9 Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, Ἀφέωνταί {NA Ἀφέωνταί > Ἀφίενταί } σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι, {Byz Ἔγειραι > Ἔγειρε } {NA Ἔγειραι > Ἔγειρε } καὶ ἆρόν σου {NA σου τὸν κράββατον > τὸν κράβαττόν σου } τὸν κράββατον, {Byz κράββατον > κράβαττον } καὶ περιπάτει; 10 Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι {Byz ἀφιέναι ἐπὶ τῆς γῆς > ἐπὶ τῆς γῆς ἀφιέναι } ἐπὶ {NA ἐπὶ τῆς γῆς ἁμαρτίας > ἁμαρτίας ἐπὶ τῆς γῆς } τῆς γῆς ἁμαρτίας- λέγει τῷ παραλυτικῷ- 11 Σοὶ λέγω, ἔγειραι {Byz ἔγειραι > ἔγειρε } {NA ἔγειραι καὶ > ἔγειρε } καὶ ἆρον τὸν κράββατόν {Byz κράββατόν > κράβαττόν } {NA κράββατόν > κράβαττόν } σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 Καὶ ἠγέρθη εὐθέως, {NA εὐθέως καὶ > καὶ εὐθὺς } καὶ ἄρας τὸν κράββατον, {Byz κράββατον > κράβαττον } {NA κράββατον > κράβαττον } ἐξῆλθεν ἐναντίον {NA ἐναντίον > ἔμπροσθεν } πάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν θεόν, λέγοντας ὅτι Οὐδέποτε {NA Οὐδέποτε οὕτως > Οὕτως οὐδέποτε } οὕτως εἴδομεν. 13 ¶Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14 Καὶ παράγων εἶδεν Λευῒ {Byz Λευῒ > Λευῒν } {NA Λευῒ > Λευὶν } τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 15 Καὶ ἐγένετο {NA ἐγένετο ἐν τῷ > γίνεται } ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν {NA ἠκολούθησαν > ἠκολούθουν } αὐτῷ. 16 Καὶ οἱ γραμματεῖς καὶ {NA καὶ οἱ Φαρισαῖοι > τῶν Φαρισαίων } οἱ Φαρισαῖοι, ἰδόντες αὐτὸν {NA αὐτὸν ἐσθίοντα > ὅτι ἐσθίει } ἐσθίοντα μετὰ τῶν τελωνῶν {NA τελωνῶν καὶ ἁμαρτωλῶν ἔλεγον > ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον } καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, Τί {NA Τί > - } ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ {NA καὶ πίνει > - } πίνει; 17 Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς, Οὐ {NA Οὐ > [ὅτι] Οὐ } χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς {NA εἰς μετάνοιαν > - } μετάνοιαν. 18 ¶Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν {NA τῶν Φαρισαίων νηστεύοντες > Φαρισαῖοι νηστεύοντες } Φαρισαίων νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν {NA τῶν Φαρισαίων νηστεύουσιν > μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν } Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; 19 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν, νηστεύειν; Ὅσον χρόνον μεθ’ {NA μεθ’ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον > ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν } ἑαυτῶν ἔχουσιν τὸν νυμφίον, οὐ δύνανται νηστεύειν· 20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις {NA ἐκείναις ταῖς ἡμέραις > ἐκείνῃ τῇ ἡμέρᾳ } ταῖς ἡμέραις. 21 Καὶ {NA Καὶ οὐδεὶς > Οὐδεὶς } οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει {NA ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ > ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν } ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αὐτοῦ {NA αὐτοῦ > ἀπ’ αὐτοῦ } τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22 Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήσσει {NA ῥήσσει > ῥήξει } ὁ οἶνος ὁ {NA ὁ νέος > - } νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται {NA ἐκχεῖται > ἀπόλλυται } καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· {NA ἀπολοῦνται > - } ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον. {NA βλητέον > - } 23 ¶Καὶ ἐγένετο παραπορεύεσθαι {NA παραπορεύεσθαι αὐτὸν > αὐτὸν } αὐτὸν ἐν τοῖς σάββασιν διὰ {NA διὰ > παραπορεύεσθαι διὰ } τῶν σπορίμων, καὶ ἤρξαντο {NA ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ > οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο } οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24 Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν ἐν {NA ἐν > - } τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; 25 Καὶ αὐτὸς {NA αὐτὸς ἔλεγεν > λέγει } ἔλεγεν αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; 26 Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοῖς {NA τοῖς ἱερεῦσιν > τοὺς ἱερεῖς } ἱερεῦσιν, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; 27 Καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ {NA οὐχ > καὶ οὐχ } ὁ ἄνθρωπος διὰ τὸ σάββατον· 28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.