Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : 1 Corinthians : Chapter 2

1Cor 1
1Cor 2
1Cor 3
1Cor 4
1Cor 5
1Cor 6
1Cor 7
1Cor 8
1Cor 9
1Cor 10
1Cor 11
1Cor 12
1Cor 13
1Cor 14
1Cor 15
1Cor 16

1Cor 2

1 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον {NA μαρτύριον > μυστήριον } τοῦ θεοῦ. 2 Οὐ γὰρ ἔκρινα τοῦ {NA τοῦ εἰδέναι τι > τι εἰδέναι } εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. 3 Καὶ {NA Καὶ ἐγὼ > Κἀγὼ } ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. 4 Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς {NA πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις > πειθοῖ[ς] σοφίας [λόγοις] } ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· 5 ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ’ ἐν δυνάμει θεοῦ. 6 ¶Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων· 7 ἀλλὰ λαλοῦμεν σοφίαν {NA σοφίαν θεοῦ > θεοῦ σοφίαν } θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· 8 ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν· 9 ἀλλὰ καθὼς γέγραπται, Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. 10 Ἡμῖν δὲ ὁ {NA ὁ θεὸς ἀπεκάλυψεν > ἀπεκάλυψεν ὁ θεὸς } θεὸς ἀπεκάλυψεν διὰ τοῦ πνεύματος αὐτοῦ· {NA αὐτοῦ > - } τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, {NA ἐρευνᾷ > ἐραυνᾷ } καὶ τὰ βάθη τοῦ θεοῦ. 11 Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν, {NA οἶδεν εἰ > ἔγνωκεν εἰ } εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. 12 Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν. 13 Ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος ἁγίου, {NA ἁγίου > - } πνευματικοῖς πνευματικὰ συγκρίνοντες. 14 Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. 15 Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν {NA μὲν > [τὰ] } πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται. 16 Τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν χριστοῦ ἔχομεν.