2Pet 2
1
Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες
παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες
ἑαυτοῖς ταχινὴν ἀπώλειαν.
2
Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι’ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται.
3
Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ,
καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάξει.
{NA νυστάξει > νυστάζει }
4
Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν
εἰς κρίσιν τηρουμένους·
5
καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ
{Byz ἀλλὰ > ἀλλ’ } ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας·
6
καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ {NA27 καταστροφῇ > [καταστροφῇ]
} κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν {NA27 ἀσεβεῖν > ἀσεβέ[ς]ιν } τεθεικώς·
7
καὶ δίκαιον Λώτ, καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς, ἐρρύσατο·
8
βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν
ἀνόμοις ἔργοις ἐβασάνιζεν·
9
οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους
τηρεῖν·
10
μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους, καὶ κυριότητος καταφρονοῦντας.
Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν βλασφημοῦντες·
11
ὅπου ἄγγελοι, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσιν κατ’ αὐτῶν παρὰ κυρίῳ
{NA27 κυρίῳ > κυρίου } βλάσφημον κρίσιν.
12
Οὗτοι δέ, ὡς ἄλογα ζῷα φυσικὰ
{NA φυσικὰ γεγενημένα > γεγεννημένα φυσικὰ } γεγενημένα εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν
καταφθαρήσονται,
{NA καταφθαρήσονται > καὶ φθαρήσονται }
13
κομιούμενοι
{NA κομιούμενοι > ἀδικούμενοι } μισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες
ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν,
14
ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς
ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα·
15
καταλιπόντες {NA27 καταλιπόντες > καταλείποντες } εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες
τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν,
16
ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον, ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον,
ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.
17
Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι, νεφέλαι
{NA νεφέλαι > καὶ ὁμίχλαι } ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς
{NA εἰς αἰῶνα > - } αἰῶνα τετήρηται.
18
Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι, δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκός, ἀσελγείαις,
τοὺς ὄντως {NA27 ὄντως > ὀλίγως } ἀποφυγόντας
{NA ἀποφυγόντας > ἀποφεύγοντας } τοὺς ἐν πλάνῃ ἀναστρεφομένους,
19
ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται,
τούτῳ καὶ
{NA καὶ > - } δεδούλωται.
20
Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ κυρίου {NA27 κυρίου > κυρίου
[ἡμῶν] } καὶ σωτῆρος Ἰησοῦ χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν
αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
21
Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι
{NA ἐπιστρέψαι > ὑποστρέψαι } ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.
22
Συμβέβηκεν δὲ
{NA δὲ > - } αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη
εἰς κύλισμα
{NA κύλισμα > κυλισμὸν } βορβόρου.