Mark 2
1
Καὶ εἰσῆλθεν
{NA εἰσῆλθεν > εἰσελθὼν } πάλιν εἰς Καπερναοὺμ
{NA Καπερναοὺμ > Καφαρναοὺμ } δι’ ἡμερῶν· καὶ
{NA καὶ ἠκούσθη > ἠκούσθη } ἠκούσθη ὅτι εἰς
{NA εἰς οἶκόν > ἐν οἴκῳ } οἶκόν ἐστιν.
2
Καὶ εὐθέως
{NA εὐθέως > - } συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν
λόγον.
3
Καὶ ἔρχονται πρὸς
{NA πρὸς αὐτόν παραλυτικὸν φέροντες > φέροντες πρὸς αὐτὸν παραλυτικόν } αὐτόν, παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων.
4
Καὶ μὴ δυνάμενοι προσεγγίσαι
{NA προσεγγίσαι > προσενέγκαι } αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατον
{Byz κράββατον > κράβαττον }
{NA κράββατον ἐφ’ ᾧ > κράβαττον ὅπου } ἐφ’ ᾧ ὁ παραλυτικὸς κατέκειτο.
5
Ἰδὼν
{NA Ἰδὼν δὲ > Καὶ ἰδὼν } δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, ἀφέωνταί
{NA ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου > ἀφίενταί σου αἱ ἁμαρτίαι } σοι αἱ ἁμαρτίαι σου.
6
Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν,
7
Τί οὗτος οὕτως λαλεῖ βλασφημίας;
{NA λαλεῖ βλασφημίας; > λαλεῖ; Βλασφημεῖ. } Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ θεός;
8
Καὶ εὐθέως
{NA εὐθέως > εὐθὺς } ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ
{NA αὐτοὶ > - } διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν
{NA εἶπεν > λέγει } αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
9
Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, Ἀφέωνταί
{NA Ἀφέωνταί > Ἀφίενταί } σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι,
{Byz Ἔγειραι > Ἔγειρε }
{NA Ἔγειραι > Ἔγειρε } καὶ ἆρόν σου
{NA σου τὸν κράββατον > τὸν κράβαττόν σου } τὸν κράββατον,
{Byz κράββατον > κράβαττον } καὶ περιπάτει;
10
Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι
{Byz ἀφιέναι ἐπὶ τῆς γῆς > ἐπὶ τῆς γῆς ἀφιέναι } ἐπὶ
{NA ἐπὶ τῆς γῆς ἁμαρτίας > ἁμαρτίας ἐπὶ τῆς γῆς } τῆς γῆς ἁμαρτίας- λέγει τῷ παραλυτικῷ-
11
Σοὶ λέγω, ἔγειραι
{Byz ἔγειραι > ἔγειρε }
{NA ἔγειραι καὶ > ἔγειρε } καὶ ἆρον τὸν κράββατόν
{Byz κράββατόν > κράβαττόν }
{NA κράββατόν > κράβαττόν } σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
12
Καὶ ἠγέρθη εὐθέως,
{NA εὐθέως καὶ > καὶ εὐθὺς } καὶ ἄρας τὸν κράββατον,
{Byz κράββατον > κράβαττον }
{NA κράββατον > κράβαττον } ἐξῆλθεν ἐναντίον
{NA ἐναντίον > ἔμπροσθεν } πάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν θεόν, λέγοντας ὅτι Οὐδέποτε
{NA Οὐδέποτε οὕτως > Οὕτως οὐδέποτε } οὕτως εἴδομεν.
13
¶Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν
αὐτούς.
14
Καὶ παράγων εἶδεν Λευῒ
{Byz Λευῒ > Λευῒν }
{NA Λευῒ > Λευὶν } τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. Καὶ ἀναστὰς
ἠκολούθησεν αὐτῷ.
15
Καὶ ἐγένετο
{NA ἐγένετο ἐν τῷ > γίνεται } ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο
τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν
{NA ἠκολούθησαν > ἠκολούθουν } αὐτῷ.
16
Καὶ οἱ γραμματεῖς καὶ
{NA καὶ οἱ Φαρισαῖοι > τῶν Φαρισαίων } οἱ Φαρισαῖοι, ἰδόντες αὐτὸν
{NA αὐτὸν ἐσθίοντα > ὅτι ἐσθίει } ἐσθίοντα μετὰ τῶν τελωνῶν
{NA τελωνῶν καὶ ἁμαρτωλῶν ἔλεγον > ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον } καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, Τί
{NA Τί > - } ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ
{NA καὶ πίνει > - } πίνει;
17
Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς, Οὐ
{NA Οὐ > [ὅτι] Οὐ } χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους,
ἀλλὰ ἁμαρτωλοὺς εἰς
{NA εἰς μετάνοιαν > - } μετάνοιαν.
18
¶Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν
{NA τῶν Φαρισαίων νηστεύοντες > Φαρισαῖοι νηστεύοντες } Φαρισαίων νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου
καὶ οἱ τῶν
{NA τῶν Φαρισαίων νηστεύουσιν > μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν } Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;
19
Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν
ἐστιν, νηστεύειν; Ὅσον χρόνον μεθ’
{NA μεθ’ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον > ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν } ἑαυτῶν ἔχουσιν τὸν νυμφίον, οὐ δύνανται νηστεύειν·
20
ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις
{NA ἐκείναις ταῖς ἡμέραις > ἐκείνῃ τῇ ἡμέρᾳ } ταῖς ἡμέραις.
21
Καὶ
{NA Καὶ οὐδεὶς > Οὐδεὶς } οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει
{NA ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ > ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν } ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αὐτοῦ
{NA αὐτοῦ > ἀπ’ αὐτοῦ } τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
22
Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήσσει
{NA ῥήσσει > ῥήξει } ὁ οἶνος ὁ
{NA ὁ νέος > - } νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται
{NA ἐκχεῖται > ἀπόλλυται } καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
{NA ἀπολοῦνται > - } ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.
{NA βλητέον > - }
23
¶Καὶ ἐγένετο παραπορεύεσθαι
{NA παραπορεύεσθαι αὐτὸν > αὐτὸν } αὐτὸν ἐν τοῖς σάββασιν διὰ
{NA διὰ > παραπορεύεσθαι διὰ } τῶν σπορίμων, καὶ ἤρξαντο
{NA ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ > οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο } οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
24
Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν ἐν
{NA ἐν > - } τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;
25
Καὶ αὐτὸς
{NA αὐτὸς ἔλεγεν > λέγει } ἔλεγεν αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν
αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ;
26
Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως
ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοῖς
{NA τοῖς ἱερεῦσιν > τοὺς ἱερεῖς } ἱερεῦσιν, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;
27
Καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ
{NA οὐχ > καὶ οὐχ } ὁ ἄνθρωπος διὰ τὸ σάββατον·
28
ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.