Rev 2
1
Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον, ¶Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν
τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·
2
Οἶδα τὰ ἔργα σου, καὶ τὸν κόπον
{NA κόπον σου > κόπον } σου, καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας
ἑαυτοὺς ἀποστόλους εἶναι
{NA εἶναι > - } καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς,
3
καὶ ὑπομονὴν
{Byz ὑπομονὴν ἔχεις καὶ ἐβάστασας > ἐβάστασας καὶ ὑπομονὴν ἔχεις } ἔχεις καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου καὶ οὐκ
{NA οὐκ ἐκοπίασας > οὐ κεκοπίακες } ἐκοπίασας.
4
Ἀλλὰ
{Byz Ἀλλὰ > Ἀλλ’ } ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας.
{NA ἀφῆκας > ἀφῆκες }
5
Μνημόνευε οὖν πόθεν πέπτωκας,
{Byz πέπτωκας > ἐκπέπτωκας } καὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ,
{NA ταχύ > - } καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.
6
Ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ.
7
Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν
ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ
{Byz τῷ παραδείσῳ > μέσῳ τοῦ παραδείσου } παραδείσῳ τοῦ θεοῦ μου.
{NA μου > - }
8
¶Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον, ¶Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος,
ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
9
Οἶδά σου τὰ
{NA τὰ ἔργα καὶ > - } ἔργα καὶ τὴν θλίψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ· καὶ τὴν βλασφημίαν ἐκ
{Byz ἐκ > - } τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ.
10
Μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν·
{Byz παθεῖν > πάσχειν }
{NA παθεῖν > πάσχειν } ἰδοὺ δή,
{Byz δή > - }
{NA δή > - } μέλλει βαλεῖν
{NA βαλεῖν > βάλλειν } ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακήν, ἵνα πειρασθῆτε· καὶ ἕξετε θλίψιν ἡμερῶν
{Byz ἡμερῶν > ἡμέρας } δέκα. Γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
11
Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ
θανάτου τοῦ δευτέρου.
12
¶Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον, ¶Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν
δίστομον τὴν ὀξεῖαν·
13
Οἶδα τὰ
{NA τὰ ἔργα σου καὶ > - } ἔργα σου καὶ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ
οὐκ ἠρνήσω τὴν πίστιν μου ἐν
{NA ἐν ταῖς > καὶ ἐν ταῖς } ταῖς ἡμέραις ἐν
{Byz ἐν αἷς > αἷς }
{NA ἐν αἷς > - } αἷς Ἀντίπας ὁ μάρτυς μου, ὁ πιστός, ὃς
{NA ὃς > μου ὃς } ἀπεκτάνθη παρ’ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ.
14
Ἀλλ’
{Byz Ἀλλ’ > Ἀλλὰ } ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδαξεν
{NA ἐδίδαξεν τὸν > ἐδίδασκεν τῷ } τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, καὶ
{Byz καὶ φαγεῖν > φαγεῖν }
{NA καὶ φαγεῖν > φαγεῖν } φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι.
15
Οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν
{Byz τῶν > - }
{NA τῶν > [τῶν] } Νικολαϊτῶν ὁμοίως.
16
Μετανόησον οὖν·
{Byz οὖν > - } εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ’ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.
17
Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ
{Byz τοῦ > φαγεῖν ἀπὸ τοῦ } τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν
γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.
18
¶Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον, ¶Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ
ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
19
Οἶδά σου τὰ ἔργα, καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν
σου, καὶ τὰ ἔργα σου, τὰ ἔσχατα πλείονα τῶν πρώτων.
20
Ἀλλ’
{Byz Ἀλλ’ > Ἀλλὰ }
{NA Ἀλλ’ > Ἀλλὰ } ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν γυναῖκά σου
{NA σου Ἰεζάβελ ἣ λέγει > Ἰεζάβελ ἡ λέγουσα } Ἰεζάβελ, ἣ λέγει ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι
καὶ φαγεῖν εἰδωλόθυτα.
21
Καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
22
Ἰδού, βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ’ αὐτῆς εἰς θλίψιν μεγάλην,
ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς.
23
Καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι
ὁ ἐρευνῶν
{NA ἐρευνῶν > ἐραυνῶν } νεφροὺς καὶ καρδίας· καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.
24
Ὑμῖν δὲ λέγω, τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην,
οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ βάλλω ἐφ’ ὑμᾶς ἄλλο βάρος.
25
Πλὴν ὃ ἔχετε κρατήσατε, ἄχρι
{NA ἄχρι > ἄχρι[ς] } οὗ ἂν ἥξω.
26
Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν·
27
καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς τὰ σκεύη τὰ κεραμικά, συντριβήσεται·
{NA συντριβήσεται > συντρίβεται } ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου·
28
καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.
29
Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.