Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Ephesians : Chapter 3

Eph 1
Eph 2
Eph 3
Eph 4
Eph 5
Eph 6

Eph 3

1 Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ χριστοῦ Ἰησοῦ {NA Ἰησοῦ > [Ἰησοῦ] } ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, 2 εἴγε {NA εἴγε > εἴ γε } ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, 3 ὅτι {NA ὅτι > [ὅτι] } κατὰ ἀποκάλυψιν ἐγνώρισέν {NA ἐγνώρισέν > ἐγνωρίσθη } μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, 4 πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ· 5 ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι· 6 εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ {NA αὐτοῦ ἐν τῷ χριστῷ > ἐν χριστῷ Ἰησοῦ } ἐν τῷ χριστῷ, διὰ τοῦ εὐαγγελίου, 7 οὗ ἐγενόμην {NA ἐγενόμην > ἐγενήθην } διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ, τὴν {NA τὴν δοθεῖσάν > τῆς δοθείσης } δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. 8 Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν {NA ἐν > - } τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν {NA τὸν > τὸ } ἀνεξιχνίαστον πλοῦτον {NA πλοῦτον > πλοῦτος } τοῦ χριστοῦ, 9 καὶ φωτίσαι πάντας {NA πάντας > [πάντας] } τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ {NA διὰ Ἰησοῦ χριστοῦ > - } Ἰησοῦ χριστοῦ, 10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, 11 κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν χριστῷ {NA χριστῷ > τῷ χριστῷ } Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· 12 ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν {NA τὴν προσαγωγὴν > προσαγωγὴν } προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. 13 Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν {NA ἐκκακεῖν > ἐγκακεῖν } ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν. 14 ¶Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ {NA τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ > - } κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, 15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, 16 ἵνα δῴη {NA δῴη > δῷ } ὑμῖν, κατὰ τὸν {NA τὸν πλοῦτον > τὸ πλοῦτος } πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, 17 κατοικῆσαι τὸν χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν· 18 ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος {NA βάθος καὶ ὕψος > ὕψος καὶ βάθος } καὶ ὕψος, 19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. 20 ¶Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ {NA ὑπὲρ ἐκπερισσοῦ > ὑπερεκπερισσοῦ } ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, 21 αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν {NA ἐκκλησίᾳ > ἐκκλησίᾳ καὶ } χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.