Jas 3
1
Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα ληψόμεθα.
{NA ληψόμεθα > λημψόμεθα }
2
Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς
χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
3
Ἴδε,
{NA Ἴδε > Εἰ δὲ } τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν πρὸς
{NA πρὸς > εἰς } τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
4
Ἰδού, καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα, καὶ ὑπὸ σκληρῶν
{NA σκληρῶν ἀνέμων > ἀνέμων σκληρῶν } ἀνέμων ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἂν
{NA ἂν > - } ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούληται.
{NA βούληται > βούλεται }
5
Οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστίν, καὶ μεγαλαυχεῖ.
{NA μεγαλαυχεῖ > μεγάλα αὐχεῖ } Ἰδού, ὀλίγον
{NA ὀλίγον > ἡλίκον } πῦρ ἡλίκην ὕλην ἀνάπτει.
6
Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας· οὕτως
{NA οὕτως > - } ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα
τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.
7
Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται
τῇ φύσει τῇ ἀνθρωπίνῃ·
8
τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται
{NA δύναται ἀνθρώπων δαμάσαι > δαμάσαι δύναται ἀνθρώπων } ἀνθρώπων δαμάσαι· ἀκατάσχετον
{NA ἀκατάσχετον > ἀκατάστατον } κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
9
Ἐν αὐτῇ εὐλογοῦμεν τὸν θεὸν
{NA θεὸν > κύριον } καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσιν θεοῦ γεγονότας·
10
ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως
γίνεσθαι.
11
Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;
12
Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σῦκα; Οὕτως
{NA Οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ > Οὔτε ἁλυκὸν } οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ.
13
¶Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν
πρᾳΰτητι σοφίας.
14
Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε
κατὰ τῆς ἀληθείας.
15
Οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ’
{NA ἀλλ’ > ἀλλὰ } ἐπίγειος, ψυχική, δαιμονιώδης.
16
Ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
17
Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ
ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος καὶ
{NA καὶ ἀνυπόκριτος > ἀνυπόκριτος } ἀνυπόκριτος.
18
Καρπὸς δὲ τῆς
{NA τῆς > - } δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.