Mark 3
1
Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.
2
Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ.
3
Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην
{NA ἐξηραμμένην ἔχοντι τὴν χεῖρα Ἔγειραι > τὴν ξηρὰν χεῖρα ἔχοντι Ἔγειρε } ἔχοντι τὴν χεῖρα, Ἔγειραι εἰς τὸ μέσον.
4
Καὶ λέγει αὐτοῖς, Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι
{NA ἀγαθοποιῆσαι > ἀγαθὸν ποιῆσαι } ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων.
5
Καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν,
λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά σου.
{NA σου > - } Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη
{Byz ἀποκατεστάθη > ἀπεκατεστάθη }
{NA ἀποκατεστάθη > ἀπεκατεστάθη } ἡ χεὶρ αὐτοῦ ὑγιὴς
{NA ὑγιὴς ὡς ἡ ἄλλη > - } ὡς ἡ ἄλλη.
6
Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθέως
{NA εὐθέως > εὐθὺς } μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν
{NA ἐποίουν > ἐδίδουν } κατ’ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
7
Καὶ ὁ Ἰησοῦς ἀνεχώρησεν
{NA ἀνεχώρησεν μετὰ > μετὰ } μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς
{NA πρὸς > ἀνεχώρησεν πρὸς } τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν
{Byz ἠκολούθησαν > ἠκολούθησεν }
{NA ἠκολούθησαν αὐτῷ > [ἠκολούθησεν] } αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας,
8
καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ
{NA οἱ > - } περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντες
{NA ἀκούσαντες > ἀκούοντες } ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν.
9
Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ
θλίβωσιν αὐτόν.
10
Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας.
11
Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρει,
{NA ἐθεώρει προσέπιπτεν > ἐθεώρουν προσέπιπτον } προσέπιπτεν αὐτῷ, καὶ ἔκραζεν,
{NA ἔκραζεν λέγοντα > ἔκραζον λέγοντες } λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.
12
Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν
{NA φανερὸν αὐτὸν > αὐτὸν φανερὸν } αὐτὸν ποιήσωσιν.
13
¶Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν.
14
Καὶ ἐποίησεν δώδεκα, ἵνα
{NA δώδεκα > δώδεκα [οὓς καὶ ἀποστόλους ὠνόμασεν] } ὦσιν μετ’ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν,
15
καὶ ἔχειν ἐξουσίαν θεραπεύειν
{NA θεραπεύειν τὰς νόσους καὶ > - } τὰς νόσους, καὶ ἐκβάλλειν τὰ δαιμόνια·
16
καὶ
{NA καὶ ἐπέθηκεν τῷ Σίμωνι ὄνομα > [καὶ ἐποίησεν τοὺς δώδεκα] καὶ ἐπέθηκεν ὄνομα τῷ
Σίμωνι }
ἐπέθηκεν τῷ Σίμωνι ὄνομα Πέτρον·
17
καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς
ὀνόματα
{NA ὀνόματα Βοανεργές > ὀνόμα[τα] Βοανηργές } Βοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς·
18
καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον,
{NA Ματθαῖον > Μαθθαῖον } καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην,
{NA Κανανίτην > Καναναῖον }
19
καὶ Ἰούδαν Ἰσκαριώτην,
{NA Ἰσκαριώτην > Ἰσκαριώθ } ὃς καὶ παρέδωκεν αὐτόν. ¶Καὶ
{NA ἔρχονται > ἔρχεται } ἔρχονται εἰς οἶκον·
20
καὶ συνέρχεται πάλιν ὄχλος,
{NA ὄχλος > [ὁ] ὄχλος } ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε
{NA μήτε > μηδὲ } ἄρτον φαγεῖν.
21
Καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι Ἐξέστη.
22
Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι
Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
23
Καὶ προσκαλεσάμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν
ἐκβάλλειν;
24
Καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη.
25
Καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται
{NA δύναται σταθῆναι ἡ οἰκία ἐκείνη > δυνήσεται ἡ οἰκία ἐκείνη σταθῆναι } σταθῆναι ἡ οἰκία ἐκείνη.
26
Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν καὶ μεμέρισται,
{NA μεμέρισται > ἐμερίσθη } οὐ δύναται σταθῆναι,
{NA σταθῆναι > στῆναι } ἀλλὰ τέλος ἔχει.
27
Οὐδεὶς
{NA Οὐδεὶς δύναται > Ἀλλ’ οὐ δύναται οὐδεὶς } δύναται τὰ
{NA τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν > εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν
τὰ σκεύη }
σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν
δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ.
{Byz διαρπάσῃ > διαρπάσει }
{NA διαρπάσῃ > διαρπάσει }
28
Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τὰ
{NA τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων > τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα
}
ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ
{NA καὶ > καὶ αἱ } βλασφημίαι ὅσας
{NA ὅσας ἂν > ὅσα ἐὰν } ἂν βλασφημήσωσιν·
29
ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ’
{NA ἀλλ’ > ἀλλὰ } ἔνοχός ἐστιν αἰωνίου κρίσεως.
{NA κρίσεως > ἁμαρτήματος }
30
Ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.
31
¶Ἔρχονται
{NA Ἔρχονται οὖν > Καὶ ἔρχεται } οὖν οἱ
{NA οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ > ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ } ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ ἔξω ἑστῶτες
{NA ἑστῶτες > στήκοντες } ἀπέστειλαν πρὸς αὐτόν, φωνοῦντες
{NA φωνοῦντες > καλοῦντες } αὐτόν.
32
Καὶ ἐκάθητο ὄχλος
{NA ὄχλος περὶ αὐτόν > περὶ αὐτὸν ὄχλος } περὶ αὐτόν· εἶπον
{NA εἶπον δὲ > καὶ λέγουσιν } δὲ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ
{NA καὶ αἱ ἀδελφαί σου > [καὶ αἱ ἀδελφαί σου] } αἱ ἀδελφαί σου ἔξω ζητοῦσίν σε.
33
Καὶ ἀπεκρίθη
{NA ἀπεκρίθη αὐτοῖς λέγων > ἀποκριθεὶς αὐτοῖς λέγει } αὐτοῖς λέγων, Τίς ἐστιν ἡ μήτηρ μου ἢ
{NA ἢ οἱ > καὶ οἱ } οἱ ἀδελφοί μου;
{NA ἀδελφοί μου > ἀδελφοί [μου] }
34
Καὶ περιβλεψάμενος κύκλῳ
{NA κύκλῳ τοὺς περὶ αὐτὸν > τοὺς περὶ αὐτὸν κύκλῳ } τοὺς περὶ αὐτὸν καθημένους, λέγει, Ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
35
Ὃς γὰρ
{NA γὰρ > [γὰρ] } ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου
{NA ἀδελφή μου > ἀδελφὴ } καὶ μήτηρ ἐστίν.