Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Colossians : Chapter 3

Col 1
Col 2
Col 3
Col 4

Col 3

1 Εἰ οὖν συνηγέρθητε τῷ χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος. 2 Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. 3 Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ. 4 Ὅταν ὁ χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, {NA ἡμῶν > ὑμῶν } τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. 5 ¶Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν {NA ὑμῶν > - } τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, {NA εἰδωλολατρεία > εἰδωλολατρία } 6 δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ {NA ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας > [ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας] } τοὺς υἱοὺς τῆς ἀπειθείας· 7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς. {NA αὐτοῖς > τούτοις } 8 Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, 10 καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν· 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ {NA τὰ > [τὰ] } πάντα καὶ ἐν πᾶσιν χριστός. 12 ¶Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, {Byz οἰκτιρμοῦ > οἰκτιρμῶν } χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, {NA πρᾳότητα > πραΰτητα } μακροθυμίαν· 13 ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ χριστὸς {NA χριστὸς > κύριος } ἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς· 14 ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ἥτις {NA ἥτις > ὅ } ἐστὶν σύνδεσμος τῆς τελειότητος. 15 Καὶ ἡ εἰρήνη τοῦ θεοῦ {NA θεοῦ > χριστοῦ } βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. 16 Ὁ λόγος τοῦ χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, ψαλμοῖς, καὶ {NA καὶ ὕμνοις καὶ > ὕμνοις } ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι {NA χάριτι > [τῇ] χάριτι } ᾄδοντες ἐν τῇ {NA τῇ καρδίᾳ > ταῖς καρδίαις } καρδίᾳ ὑμῶν τῷ κυρίῳ. {NA κυρίῳ > θεῷ } 17 Καὶ πᾶν ὅ τι ἂν {NA ἂν > ἐὰν } ποιῆτε, ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ θεῷ καὶ {NA καὶ πατρὶ > πατρὶ } πατρὶ δι’ αὐτοῦ. 18 ¶Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἰδίοις {NA ἰδίοις > - } ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ. 19 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. 20 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα· τοῦτο γάρ ἐστιν {NA ἐστιν εὐάρεστον > εὐάρεστόν ἐστιν } εὐάρεστον ἐν κυρίῳ. 21 Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. 22 Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείαις {NA ὀφθαλμοδουλείαις > ὀφθαλμοδουλίᾳ } ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν θεόν· {NA θεόν > κύριον } 23 καὶ {NA καὶ πᾶν ὅ τι > ὃ } πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις· 24 εἰδότες ὅτι ἀπὸ κυρίου λήψεσθε {NA λήψεσθε > ἀπολήμψεσθε } τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ {NA γὰρ > - } κυρίῳ χριστῷ δουλεύετε. 25 Ὁ δὲ {NA δὲ ἀδικῶν κομιεῖται > γὰρ ἀδικῶν κομίσεται } ἀδικῶν κομιεῖται ὃ ἠδίκησεν· καὶ οὐκ ἔστιν προσωποληψία. {NA προσωποληψία > προσωπολημψία }