Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Hebrews : Chapter 3

Heb 1
Heb 2
Heb 3
Heb 4
Heb 5
Heb 6
Heb 7
Heb 8
Heb 9
Heb 10
Heb 11
Heb 12
Heb 13

Heb 3

1 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν χριστόν, {NA χριστόν > - } 2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ {NA ὅλῳ > [ὅλῳ] } τῷ οἴκῳ αὐτοῦ. 3 Πλείονος γὰρ δόξης {NA δόξης οὗτος > οὗτος δόξης } οὗτος παρὰ Μωϋσῆν ἠξίωται, καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. 4 Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ τὰ {NA τὰ > - } πάντα κατασκευάσας θεός. 5 Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων· 6 χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ {NA ἐάνπερ > ἐάν[περ] } τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι {NA μέχρι τέλους βεβαίαν > - } τέλους βεβαίαν κατάσχωμεν. 7 Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, 8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, 9 οὗ ἐπείρασάν με {NA με οἱ > οἱ } οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν {NA ἐδοκίμασάν με > ἐν δοκιμασίᾳ } με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα {NA τεσσαράκοντα > τεσσεράκοντα } ἔτη. 10 Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, {NA ἐκείνῃ > ταύτῃ } καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· 11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. 12 Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος· 13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρι {NA ἄχρι > ἄχρις } οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ {NA ἐξ ὑμῶν τις > τις ἐξ ὑμῶν } ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας· 14 μέτοχοι γὰρ γεγόναμεν {NA γεγόναμεν τοῦ χριστοῦ > τοῦ χριστοῦ γεγόναμεν } τοῦ χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν· 15 ἐν τῷ λέγεσθαι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. 16 Τινὲς {Byz Τινὲς > Τίνες } {NA Τινὲς > Τίνες } γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως. 17 Τίσιν δὲ προσώχθισεν τεσσαράκοντα {NA τεσσαράκοντα > τεσσεράκοντα } ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; 18 Τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασιν; 19 Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν.