Luke 3

1 Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετραρχοῦντος {NA καὶ τετραρχοῦντος > καὶ τετρααρχοῦντος } τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος {NA αὐτοῦ τετραρχοῦντος > αὐτοῦ τετρααρχοῦντος } τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος, {NA Ἀβιληνῆς τετραρχοῦντος > Ἀβιληνῆς τετρααρχοῦντος } 2 ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. 3 Καὶ ἦλθεν εἰς πᾶσαν τὴν {NA τὴν > [τὴν] } περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν· 4 ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου, λέγοντος, {NA λέγοντος > - } Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. 5 Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· 6 καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. 7 ¶Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ’ αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8 Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 9 Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν ποιήσομεν; {NA ποιήσομεν > ποιήσωμεν } 11 Ἀποκριθεὶς δὲ λέγει {NA λέγει > ἔλεγεν } αὐτοῖς, Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. 12 Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι, καὶ εἶπον {NA εἶπον > εἶπαν } πρὸς αὐτόν, Διδάσκαλε, τί ποιήσομεν; {NA ποιήσομεν > ποιήσωμεν } 13 Ὁ δὲ εἶπεν πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. 14 Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι, λέγοντες, Καὶ {NA Καὶ ἡμεῖς τί ποιήσομεν > Τί ποιήσωμεν καὶ ἡμεῖς } ἡμεῖς τί ποιήσομεν; Καὶ εἶπεν πρὸς {NA πρὸς αὐτούς > αὐτοῖς } αὐτούς, Μηδένα διασείσητε, μηδὲ συκοφαντήσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. 15 ¶Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός, 16 ἀπεκρίνατο ὁ {NA ὁ Ἰωάννης ἅπασιν λέγων > λέγων πᾶσιν ὁ Ἰωάννης } Ἰωάννης, ἅπασιν λέγων, Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· 17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ {NA καὶ διακαθαριεῖ > διακαθᾶραι } διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει {NA συνάξει > συναγαγεῖν } τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. 18 ¶Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν· 19 ὁ δὲ Ἡρῴδης ὁ τετράρχης, {NA τετράρχης > τετραάρχης } ἐλεγχόμενος ὑπ’ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης, 20 προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, καὶ {NA καὶ κατέκλεισεν > [καὶ] κατέκλεισεν } κατέκλεισεν τὸν Ἰωάννην ἐν τῇ {NA τῇ > - } φυλακῇ. 21 ¶Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαόν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανόν, 22 καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ {NA ὡσεὶ > ὡς } περιστερὰν ἐπ’ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, λέγουσαν, {NA λέγουσαν > - } Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα. 23 ¶Καὶ αὐτὸς ἦν ὁ {NA ὁ Ἰησοῦς > Ἰησοῦς } Ἰησοῦς ὡσεὶ {NA ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος > ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα } ἐτῶν τριάκοντα ἀρχόμενος, ὢν- ὡς {NA ὡς ἐνομίζετο υἱὸς > υἱός ὡς ἐνομίζετο } ἐνομίζετο- υἱὸς Ἰωσήφ, τοῦ Ἡλί, 24 τοῦ Ματθάτ, {NA Ματθάτ > Μαθθάτ } τοῦ Λευΐ, τοῦ Μελχί, τοῦ Ἰαννά, {NA Ἰαννά > Ἰανναί } τοῦ Ἰωσήφ, 25 τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ Ἐσλί, τοῦ Ναγγαί, 26 τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ Σεμεΐ, {Byz Σεμεΐ > Σεμεεῖ } {NA Σεμεΐ τοῦ Ἰωσήφ τοῦ Ἰούδα > Σεμεΐν τοῦ Ἰωσήχ τοῦ Ἰωδά } τοῦ Ἰωσήφ, τοῦ Ἰούδα, 27 τοῦ Ἰωανάν, {Byz Ἰωανάν > Ἰωαννᾶ } τοῦ Ῥησά, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ Νηρί, 28 τοῦ Μελχί, τοῦ Ἀδδί, τοῦ Κωσάμ, τοῦ Ἐλμωδάμ, {NA Ἐλμωδάμ > Ἐλμαδάμ } τοῦ Ἤρ, 29 τοῦ Ἰωσή, {NA Ἰωσή > Ἰησοῦ } τοῦ Ἐλιέζερ, τοῦ Ἰωρείμ, {NA Ἰωρείμ τοῦ Ματθάτ > Ἰωρίμ τοῦ Μαθθάτ } τοῦ Ματθάτ, τοῦ Λευΐ, 30 τοῦ Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ Ἰωνάν, {NA Ἰωνάν τοῦ Ἐλιακείμ > Ἰωνάμ τοῦ Ἐλιακίμ } τοῦ Ἐλιακείμ, 31 τοῦ Μελεᾶ, τοῦ Μαϊνάν, {NA Μαϊνάν > Μεννά } τοῦ Ματταθά, τοῦ Ναθάν, {NA Ναθάν > Ναθάμ } τοῦ Δαυίδ, 32 τοῦ Ἰεσσαί, τοῦ Ὠβήδ, {NA Ὠβήδ τοῦ Βοόζ τοῦ Σαλμών > Ἰωβήδ τοῦ Βόος τοῦ Σαλά } τοῦ Βοόζ, τοῦ Σαλμών, τοῦ Ναασσών, 33 τοῦ Ἀμιναδάβ, τοῦ Ἀράμ, {Byz Ἀράμ, > Ἀράμ, τοῦ Ἰωράμ, } {NA Ἀράμ > Ἀδμίν τοῦ Ἀρνί } τοῦ Ἑσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, 34 τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ Θάρα, {Byz Θάρα > Θάρρα } τοῦ Ναχώρ, 35 τοῦ Σερούχ, τοῦ Ῥαγαῦ, τοῦ Φάλεγ, {Byz Φάλεγ > Φαλέκ } {NA Φάλεγ > Φάλεκ } τοῦ Ἑβέρ, τοῦ Σαλά, 36 τοῦ Καϊνάν, {NA Καϊνάν > Καϊνάμ } τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, 37 τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ Ἰαρέδ, {NA Ἰαρέδ > Ἰάρετ } τοῦ Μαλελεήλ, τοῦ Καϊνάν, {NA Καϊνάν > Καϊνάμ } 38 τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ θεοῦ.