Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Revelation : Chapter 3

Rev 1
Rev 2
Rev 3
Rev 4
Rev 5
Rev 6
Rev 7
Rev 8
Rev 9
Rev 10
Rev 11
Rev 12
Rev 13
Rev 14
Rev 15
Rev 16
Rev 17
Rev 18
Rev 19
Rev 20
Rev 21
Rev 22

Rev 3

1 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον, ¶Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι {Byz ὅτι ζῇς > καὶ ζῇς } ζῇς, καὶ νεκρὸς εἶ. 2 Γίνου γρηγορῶν, καὶ στήρισον {Byz στήρισον > στήριξον = τήρησον } τὰ λοιπὰ ἃ ἔμελλες {Byz ἔμελλες ἀποβάλλειν > ἠμελλες ἀποβάλλειν = ἐμέλλον ἀποθάνειν } {NA ἔμελλες ἀποβάλλειν > ἔμελλον ἀποθανεῖν } ἀποβάλλειν· οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου. 3 Μνημόνευε οὖν πῶς εἴληφας καὶ {Byz καὶ ἤκουσας καὶ τήρει > - } ἤκουσας, καὶ τήρει, καὶ μετανόησον. Ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ἐπί {NA ἐπί σε ὡς > ὡς } σε ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς {Byz γνῷς > γνώσῃ } ποίαν ὥραν ἥξω ἐπί σε. 4 Ἀλλ’ {NA Ἀλλ’ ὀλίγα ἔχεις > Ἀλλὰ ἔχεις ὀλίγα } ὀλίγα ἔχεις ὀνόματα ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν· καὶ περιπατήσουσιν μετ’ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν. 5 Ὁ νικῶν, οὗτος {NA οὗτος > οὕτως } περιβαλεῖται ἐν ἱματίοις λευκοῖς· καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου, καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. 6 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. 7 ¶Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον, ¶Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν τοῦ {NA τοῦ > - } Δαυίδ, {Byz Δαυίδ > —ΔΑΔ } ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει αὐτήν, {Byz αὐτήν εἰ μὴ ὁ ἀνοίγων > καὶ κλείων } {NA αὐτήν εἰ μὴ ὁ ἀνοίγων > καὶ κλείων } εἰ μὴ ὁ ἀνοίγων· καὶ οὐδεὶς ἀνοίξει. {NA ἀνοίξει > ἀνοίγει } 8 Οἶδά σου τὰ ἔργα· ἰδού, δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, {NA ἀνεῳγμένην > ἠνεῳγμένην } ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν, ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου. 9 Ἰδού, δίδωμι {NA δίδωμι > διδῶ } ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται· ἰδού, ποιήσω αὐτοὺς ἵνα ἥξωσιν {NA ἥξωσιν καὶ προσκυνήσωσιν > ἥξουσιν καὶ προσκυνήσουσιν } καὶ προσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι {Byz ὅτι > ὅτι ἐγὼ } ἠγάπησά {NA ἠγάπησά > ἐγὼ ἠγάπησά } σε. 10 Ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ, τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 11 Ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. 12 Ὁ νικῶν, ποιήσω αὐτὸν στύλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, ἣ καταβαίνει {NA ἣ καταβαίνει > ἡ καταβαίνουσα } ἐκ {Byz ἐκ > ἀπὸ } τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου {Byz μου τὸ > τὸ } τὸ καινόν. 13 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. 14 ¶Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον, ¶Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ· 15 Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· ὄφελον ψυχρὸς ἦς ἢ ζεστός. 16 Οὕτως ὅτι χλιαρὸς εἶ, καὶ οὐ {NA οὐ > οὔτε } ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. 17 Ὅτι λέγεις, Πλούσιός {NA Πλούσιός > ὅτι Πλούσιός } εἰμι, καὶ πεπλούτηκα, καὶ οὐδενὸς {NA οὐδενὸς > οὐδὲν } χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ὁ {NA ὁ ἐλεεινὸς > ἐλεεινὸς } ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός· 18 συμβουλεύω σοι ἀγοράσαι χρυσίον {NA χρυσίον παρ’ ἐμοῦ > παρ’ ἐμοῦ χρυσίον } παρ’ ἐμοῦ πεπυρωμένον ἐκ πυρός, ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκά, ἵνα περιβάλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου· καὶ κολλύριον {Byz κολλύριον > κολλούριον } {NA κολλύριον > κολλ[ο]ύριον } ἵνα {Byz ἵνα ἐγχρίσῃ > ἔγχρισον } {NA ἵνα ἐγχρίσῃ > ἐγχρῖσαι } ἐγχρίσῃ τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς. 19 Ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλωσον {Byz ζήλωσον > ζήλευε } {NA ζήλωσον > ζήλευε } οὖν καὶ μετανόησον. 20 Ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου, καὶ ἀνοίξῃ τὴν θύραν, καὶ {NA καὶ εἰσελεύσομαι > [καὶ] εἰσελεύσομαι } εἰσελεύσομαι πρὸς αὐτόν, καὶ δειπνήσω μετ’ αὐτοῦ, καὶ αὐτὸς μετ’ ἐμοῦ. 21 Ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ’ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα, καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. 22 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.