Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : James : Chapter 4

Jas 1
Jas 2
Jas 3
Jas 4
Jas 5

Jas 4

1 Πόθεν πόλεμοι καὶ μάχαι {NA μάχαι > πόθεν μάχαι } ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 2 Ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· 3 αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4 Μοιχοὶ {NA Μοιχοὶ καὶ > - } καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστίν; Ὃς ἂν {NA ἂν > ἐὰν } οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 5 Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν {NA κατῴκησεν > κατῴκισεν } ἐν ἡμῖν. 6 Μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει, Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. 7 Ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε {Byz δὲ > - } δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν. 8 Ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9 Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, {NA μεταστραφήτω > μετατραπήτω } καὶ ἡ χαρὰ εἰς κατήφειαν. 10 Ταπεινώθητε ἐνώπιον τοῦ {NA27 τοῦ > - } κυρίου, καὶ ὑψώσει ὑμᾶς. 11 ¶Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ καταλαλῶν ἀδελφοῦ, καὶ {NA καὶ κρίνων > ἢ κρίνων } κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής. 12 Εἷς ἐστὶν ὁ {NA ὁ νομοθέτης > [ὁ] νομοθέτης καὶ κριτής } νομοθέτης, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ ὃς {NA ὃς κρίνεις τὸν ἕτερον > ὁ κρίνων τὸν πλησίον } κρίνεις τὸν ἕτερον; 13 ¶Ἄγε νῦν οἱ λέγοντες, Σήμερον καὶ {NA καὶ αὔριον πορευσώμεθα > ἢ αὔριον πορευσόμεθα } αὔριον πορευσώμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσωμεν {NA ποιήσωμεν > ποιήσομεν } ἐκεῖ ἐνιαυτὸν {NA ἐνιαυτὸν ἕνα > ἐνιαυτόν } ἕνα, καὶ ἐμπορευσώμεθα, {NA ἐμπορευσώμεθα > ἐμπορευσόμεθα } καὶ κερδήσωμεν· {NA κερδήσωμεν > κερδήσομεν } 14 οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον. Ποία γὰρ {NA γὰρ ἡ > ἡ } ἡ ζωὴ ὑμῶν; Ἀτμὶς γὰρ ἔσται {Byz ἔσται > ἐστιν } {NA ἔσται > ἐστε } ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα δὲ {NA δὲ > - } καὶ ἀφανιζομένη. 15 Ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ κύριος θελήσῃ, καὶ ζήσωμεν, {NA ζήσωμεν καὶ ποιήσωμεν > ζήσομεν καὶ ποιήσομεν } καὶ ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο. 16 Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστίν.