Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Mark : Chapter 4

Mark 1
Mark 2
Mark 3
Mark 4
Mark 5
Mark 6
Mark 7
Mark 8
Mark 9
Mark 10
Mark 11
Mark 12
Mark 13
Mark 14
Mark 15
Mark 16

Mark 4

1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ συνήχθη {NA συνήχθη > συνάγεται } πρὸς αὐτὸν ὄχλος πολύς, {NA πολύς > πλεῖστος } ὥστε αὐτὸν ἐμβάντα {NA ἐμβάντα εἰς τὸ πλοῖον > εἰς πλοῖον ἐμβάντα } εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν. {NA ἦν > ἦσαν } 2 Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, 3 Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ {NA τοῦ > - } σπεῖραι. 4 Καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. 5 Ἄλλο {NA Ἄλλο δὲ > Καὶ ἄλλο } δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχεν γῆν πολλήν· καὶ εὐθέως {NA εὐθέως > εὐθὺς } ἐξανέτειλεν, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· 6 ἡλίου {NA ἡλίου δὲ ἀνατείλαντος > καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος } δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7 Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. 8 Καὶ ἄλλο {NA ἄλλο > ἄλλα } ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, {NA αὐξάνοντα > αὐξανόμενα } καὶ ἔφερεν ἐν {NA ἐν... ἐν... ἐν > ἓν... ἓν... ἓν } τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν. 9 Καὶ ἔλεγεν, Ὁ {NA Ὁ ἔχων > Ὃς ἔχει } ἔχων ὦτα ἀκούειν ἀκουέτω. 10 ¶Ὅτε {NA Ὅτε δὲ ἐγένετο καταμόνας ἠρώτησαν > Καὶ ὅτε ἐγένετο κατὰ μόνας ἠρώτων } δὲ ἐγένετο καταμόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν {NA τὴν παραβολήν > τὰς παραβολάς } παραβολήν. 11 Καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν δέδοται {NA δέδοται γνῶναι τὸ μυστήριον > τὸ μυστήριον δέδοται } γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται· 12 ἵνα βλέποντες βλέπωσιν, καὶ μὴ ἴδωσιν· καὶ ἀκούοντες ἀκούωσιν, καὶ μὴ συνιῶσιν· μήποτε ἐπιστρέψωσιν, καὶ ἀφεθῇ αὐτοῖς τὰ {NA τὰ ἁμαρτήματα > - } ἁμαρτήματα. 13 Καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14 Ὁ σπείρων τὸν λόγον σπείρει. 15 Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθέως {NA εὐθέως > εὐθὺς } ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν {NA ἐν ταῖς καρδίαις αὐτῶν > εἰς αὐτούς } ταῖς καρδίαις αὐτῶν. 16 Καὶ οὗτοί εἰσιν ὁμοίως {NA ὁμοίως > - } οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἵ, ὅταν ἀκούσωσιν τὸν λόγον, εὐθέως {NA εὐθέως > εὐθὺς } μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθέως {NA εὐθέως > εὐθὺς } σκανδαλίζονται. 18 Καὶ οὗτοί {NA οὗτοί > ἄλλοι } εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, οἱ {NA οἱ τὸν > οὗτοί εἰσιν οἱ τὸν } τὸν λόγον ἀκούοντες, {NA ἀκούοντες > ἀκούσαντες } 19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου, {NA τούτου > - } καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20 Καὶ οὗτοί {NA οὗτοί > ἐκεῖνοί } εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον, καὶ παραδέχονται, καὶ καρποφοροῦσιν, ἐν {NA ἐν... ἐν... ἐν > ἓν... ἓν... ἓν } τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν. 21 ¶Καὶ ἔλεγεν αὐτοῖς, Μήτι ὁ {NA ὁ λύχνος ἔρχεται > ἔρχεται ὁ λύχνος } λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ; {NA ἐπιτεθῇ > τεθῇ } 22 Οὐ γάρ ἐστίν τι {NA τι κρυπτόν ὃ ἐὰν μὴ > κρυπτόν ἐὰν μὴ ἵνα } κρυπτόν, ὃ ἐὰν μὴ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ’ ἵνα εἰς {NA εἰς φανερὸν ἔλθῃ > ἔλθῃ εἰς φανερόν } φανερὸν ἔλθῃ. 23 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. 24 Καὶ ἔλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς {NA τοῖς ἀκούουσιν > - } ἀκούουσιν. 25 Ὃς γὰρ ἂν {NA ἂν ἔχῃ > ἔχει } ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. 26 ¶Καὶ ἔλεγεν, Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ὡς ἐὰν {NA ἐὰν > - } ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, 27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ {NA βλαστάνῃ > βλαστᾷ } καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 28 Αὐτομάτη γὰρ {NA γὰρ > - } ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη {NA πλήρη > πλήρη[ς] } σῖτον ἐν τῷ στάχυϊ. 29 Ὅταν δὲ παραδῷ {NA παραδῷ > παραδοῖ } ὁ καρπός, εὐθέως {NA εὐθέως > εὐθὺς } ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός. 30 ¶Καὶ ἔλεγεν, Τίνι {NA Τίνι ὁμοιώσωμεν > Πῶς ὁμοιώσωμεν } ὁμοιώσωμεν {Byz ὁμοιώσωμεν > ὁμοιώσομεν } τὴν βασιλείαν τοῦ θεοῦ; Ἢ ἐν ποίᾳ {NA ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν > τίνι αὐτὴν παραβολῇ θῶμεν } παραβολῇ παραβάλωμεν αὐτήν; 31 Ὡς κόκκον {NA κόκκον > κόκκῳ } σινάπεως, ὅς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος {NA μικρότερος > μικρότερον ὂν } πάντων τῶν σπερμάτων ἐστὶν {NA ἐστὶν > - } τῶν ἐπὶ τῆς γῆς· 32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ γίνεται πάντων {NA πάντων τῶν λαχάνων μείζων > μεῖζον πάντων τῶν λαχάνων } τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. 33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἐδύναντο {NA ἐδύναντο > ἠδύναντο } ἀκούειν· 34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· κατ’ ἰδίαν δὲ τοῖς μαθηταῖς {NA μαθηταῖς αὐτοῦ > ἰδίοις μαθηταῖς } αὐτοῦ ἐπέλυεν πάντα. 35 ¶Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν. 36 Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα δὲ {NA δὲ πλοιάρια > πλοῖα } πλοιάρια ἦν μετ’ αὐτοῦ. 37 Καὶ γίνεται λαῖλαψ ἀνέμου {NA ἀνέμου μεγάλη > μεγάλη ἀνέμου } μεγάλη· τὰ {NA τὰ δὲ > καὶ τὰ } δὲ κύματα ἐπέβαλλεν {Byz ἐπέβαλλεν > ἐπέβαλεν } εἰς τὸ πλοῖον, ὥστε αὐτὸ {NA αὐτὸ ἤδη γεμίζεσθαι > ἤδη γεμίζεσθαι τὸ πλοῖον } ἤδη γεμίζεσθαι. 38 Καὶ ἦν {NA ἦν αὐτὸς ἐπὶ τῇ > αὐτὸς ἦν ἐν τῇ } αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν {NA διεγείρουσιν > ἐγείρουσιν } αὐτόν, καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39 Καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ, καὶ εἶπεν τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40 Καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστε οὕτως; {NA ἐστε οὕτως; Πῶς οὐκ > ἐστε; Οὔπω } Πῶς οὐκ ἔχετε πίστιν; 41 Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν {NA ὑπακούουσιν > ὑπακούει } αὐτῷ;