Rev 4
1
Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, θύρα ἀνεῳγμένη
{NA ἀνεῳγμένη > ἠνεῳγμένη } ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ’ ἐμοῦ, λέγων,
{Byz λέγων > λέγουσα } Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.
2
Καὶ
{Byz Καὶ > - }
{NA Καὶ εὐθέως > Εὐθέως } εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδού, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν
{Byz τὸν θρόνον > τοῦ θρόνου } θρόνον καθήμενος,
3
ὅμοιος
{NA ὅμοιος > καὶ ὁ καθήμενος ὅμοιος } ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ· καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὁμοίως
{Byz ὁμοίως > ὅμοιος = ὁμοία }
{NA ὁμοίως > ὅμοιος } ὅρασις
{Byz ὅρασις σμαραγδίνων > ὁράσει σμαραγδίνῳ }
{NA ὅρασις σμαραγδίνων > ὁράσει σμαραγδίνῳ } σμαραγδίνων.
4
Καὶ κυκλόθεν τοῦ θρόνου θρόνοι
{NA θρόνοι > θρόνους } εἴκοσι
{Byz εἴκοσι τέσσαρες > —ΚΔ } τέσσαρες· καὶ ἐπὶ τοὺς θρόνους
{NA θρόνους τοὺς > θρόνους } τοὺς εἴκοσι
{Byz εἴκοσι τέσσαρας > —ΚΔ } τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς
κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
5
Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί. Καὶ ἑπτὰ λαμπάδες πυρὸς
καιόμεναι ἐνώπιον τοῦ θρόνου αὐτοῦ,
{NA αὐτοῦ αἵ εἰσιν > ἅ εἰσιν τὰ } αἵ εἰσιν ἑπτὰ πνεύματα τοῦ θεοῦ·
6
καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου
καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν.
7
Καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον
ζῷον ἔχον
{NA ἔχον > ἔχων τὸ } πρόσωπον
{Byz πρόσωπον ἀνθρώπου > τὸ πρόσωπον ὡς ἄνθρωπος } ἀνθρώπου,
{NA ἀνθρώπου > ὡς ἀνθρώπου } καὶ τὸ τέταρτον
{Byz τέταρτον ζῷον > τέταρτον } ζῷον ὅμοιον ἀετῷ πετομένῳ.
8
Καὶ τὰ
{Byz τὰ > - } τέσσαρα ζῷα, ἓν καθ’ ἓν ἔχον
{Byz ἔχον > αὐτῶν ἔχον }
{NA ἔχον > αὐτῶν ἔχων } ἀνὰ πτέρυγας ἓξ κυκλόθεν, καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν
ἡμέρας καὶ νυκτός, λέγοντες, Ἅγιος,
{Byz Ἅγιος ἅγιος ἅγιος > ἅγιος ""9χ"" } ἅγιος, ἅγιος, κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.
9
Καὶ ὅταν δῶσιν
{NA δῶσιν > δώσουσιν } τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ
{NA τοῦ θρόνου > τῷ θρόνῳ } θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
10
πεσοῦνται οἱ εἴκοσι
{Byz εἴκοσι τέσσαρες > —ΚΔ } τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσιν τῷ
ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου,
λέγοντες,
11
Ἄξιος εἶ, ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν, ὁ
{NA ὁ ἅγιος > - } ἅγιος, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν· ὅτι σὺ ἔκτισας πάντα,
{Byz πάντα > τὰ πάντα }
{NA πάντα > τὰ πάντα } καὶ διὰ τὸ θέλημά σου ἦσαν
{Byz ἦσαν > εἰσὶν } καὶ ἐκτίσθησαν.