Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Revelation : Chapter 4

Rev 1
Rev 2
Rev 3
Rev 4
Rev 5
Rev 6
Rev 7
Rev 8
Rev 9
Rev 10
Rev 11
Rev 12
Rev 13
Rev 14
Rev 15
Rev 16
Rev 17
Rev 18
Rev 19
Rev 20
Rev 21
Rev 22

Rev 4

1 Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, θύρα ἀνεῳγμένη {NA ἀνεῳγμένη > ἠνεῳγμένη } ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ’ ἐμοῦ, λέγων, {Byz λέγων > λέγουσα } Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα. 2 Καὶ {Byz Καὶ > - } {NA Καὶ εὐθέως > Εὐθέως } εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδού, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν {Byz τὸν θρόνον > τοῦ θρόνου } θρόνον καθήμενος, 3 ὅμοιος {NA ὅμοιος > καὶ ὁ καθήμενος ὅμοιος } ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ· καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὁμοίως {Byz ὁμοίως > ὅμοιος = ὁμοία } {NA ὁμοίως > ὅμοιος } ὅρασις {Byz ὅρασις σμαραγδίνων > ὁράσει σμαραγδίνῳ } {NA ὅρασις σμαραγδίνων > ὁράσει σμαραγδίνῳ } σμαραγδίνων. 4 Καὶ κυκλόθεν τοῦ θρόνου θρόνοι {NA θρόνοι > θρόνους } εἴκοσι {Byz εἴκοσι τέσσαρες > —ΚΔ } τέσσαρες· καὶ ἐπὶ τοὺς θρόνους {NA θρόνους τοὺς > θρόνους } τοὺς εἴκοσι {Byz εἴκοσι τέσσαρας > —ΚΔ } τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. 5 Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί. Καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου αὐτοῦ, {NA αὐτοῦ αἵ εἰσιν > ἅ εἰσιν τὰ } αἵ εἰσιν ἑπτὰ πνεύματα τοῦ θεοῦ· 6 καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν. 7 Καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχον {NA ἔχον > ἔχων τὸ } πρόσωπον {Byz πρόσωπον ἀνθρώπου > τὸ πρόσωπον ὡς ἄνθρωπος } ἀνθρώπου, {NA ἀνθρώπου > ὡς ἀνθρώπου } καὶ τὸ τέταρτον {Byz τέταρτον ζῷον > τέταρτον } ζῷον ὅμοιον ἀετῷ πετομένῳ. 8 Καὶ τὰ {Byz τὰ > - } τέσσαρα ζῷα, ἓν καθ’ ἓν ἔχον {Byz ἔχον > αὐτῶν ἔχον } {NA ἔχον > αὐτῶν ἔχων } ἀνὰ πτέρυγας ἓξ κυκλόθεν, καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτός, λέγοντες, Ἅγιος, {Byz Ἅγιος ἅγιος ἅγιος > ἅγιος ""9χ"" } ἅγιος, ἅγιος, κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος. 9 Καὶ ὅταν δῶσιν {NA δῶσιν > δώσουσιν } τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ {NA τοῦ θρόνου > τῷ θρόνῳ } θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, 10 πεσοῦνται οἱ εἴκοσι {Byz εἴκοσι τέσσαρες > —ΚΔ } τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες, 11 Ἄξιος εἶ, ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν, ὁ {NA ὁ ἅγιος > - } ἅγιος, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν· ὅτι σὺ ἔκτισας πάντα, {Byz πάντα > τὰ πάντα } {NA πάντα > τὰ πάντα } καὶ διὰ τὸ θέλημά σου ἦσαν {Byz ἦσαν > εἰσὶν } καὶ ἐκτίσθησαν.