1Cor 5
1
Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται,
{NA ὀνομάζεται > - } ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
2
Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ
{NA ἐξαρθῇ > ἀρθῇ } ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.
{NA ποιήσας > πράξας }
3
Ἐγὼ μὲν γὰρ ὡς
{NA ὡς ἀπὼν > ἀπὼν } ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρών, τὸν οὕτως τοῦτο κατεργασάμενον,
4
ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν
{NA ἡμῶν Ἰησοῦ χριστοῦ συναχθέντων > [ἡμῶν] Ἰησοῦ συναχθέντων } Ἰησοῦ χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ κυρίου
ἡμῶν Ἰησοῦ χριστοῦ,
{NA δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ > δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ }
5
παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ
ἡμέρᾳ τοῦ κυρίου Ἰησοῦ.
{NA Ἰησοῦ > - }
6
Οὐ καλὸν τὸ καύχημα ὑμῶν. Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;
7
Ἐκκαθάρατε τὴν
{Byz τὴν > οὖν τὴν } παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ
{NA ὑπὲρ ἡμῶν > - } ἡμῶν ἐτύθη χριστός·
8
ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις
εἰλικρινείας καὶ ἀληθείας.
9
¶Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις·
10
καὶ
{NA καὶ οὐ > οὐ } οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις, ἢ
{NA ἢ ἅρπαξιν > καὶ ἅρπαξιν } ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε
{NA ὀφείλετε > ὠφείλετε } ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.
11
Νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης,
ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ· τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
12
Τί γάρ μοι καὶ
{NA καὶ > - } τοὺς ἔξω κρίνειν; Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε;
13
Τοὺς δὲ ἔξω ὁ θεὸς κρινεῖ. Καὶ
{NA Καὶ ἐξαρεῖτε > Ἐξάρατε } ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.