1Pet 5
1
Πρεσβυτέρους τοὺς {NA27 τοὺς > οὖν } ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς
τῶν τοῦ χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός·
2
ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, ἐπισκοποῦντες
{NA ἐπισκοποῦντες > [ἐπισκοποῦντες] } μὴ ἀναγκαστῶς, ἀλλ’
{NA ἀλλ’ > ἀλλὰ } ἑκουσίως·
{NA ἑκουσίως > ἑκουσίως κατὰ θεόν } μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως·
3
μηδὲ
{NA μηδὲ > μηδ’ } ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου.
4
Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
5
Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι,
{NA ὑποτασσόμενοι > - } τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ
{NA ὁ > [ὁ] } θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
6
Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,
7
πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες
{NA ἐπιρρίψαντες > ἐπιρίψαντες } ἐπ’ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.
8
Νήψατε, γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, περιπατεῖ ζητῶν
τίνα
{NA τίνα καταπίῃ > [τινα] καταπιεῖν } καταπίῃ·
9
ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ {NA27 κόσμῳ
> [τῷ] κόσμῳ } ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
10
Ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν χριστῷ Ἰησοῦ,
{NA27 Ἰησοῦ > [Ἰησοῦ] } {NA28 Ἰησοῦ > - } ὀλίγον παθόντας αὐτὸς καταρτίσαι
{NA καταρτίσαι ὑμᾶς > καταρτίσει } ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει.
11
Αὐτῷ ἡ
{NA ἡ δόξα καὶ > - } δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν
{NA τῶν αἰώνων > - } αἰώνων. Ἀμήν.
12
¶Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα, παρακαλῶν
καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ εἰς ἣν ἑστήκατε.
{NA ἑστήκατε > στῆτε }
13
Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος ὁ υἱός μου.
14
Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. ¶Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν χριστῷ Ἰησοῦ.
{NA Ἰησοῦ. Ἀμήν. > - } Ἀμήν.