Heb 5
1
Πᾶς γὰρ ἀρχιερεύς, ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν
θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν·
2
μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν·
3
καὶ διὰ
{NA διὰ ταύτην > δι’ αὐτὴν } ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ περὶ ἑαυτοῦ,
{NA ἑαυτοῦ > αὐτοῦ } προσφέρειν ὑπὲρ
{NA ὑπὲρ > περὶ } ἁμαρτιῶν.
4
Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ, καθάπερ
{NA καθάπερ > καθώσπερ } καὶ Ἀαρών.
5
Οὕτως καὶ ὁ χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν,
Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
6
Καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
7
Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν
αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ
τῆς εὐλαβείας,
8
καίπερ ὢν υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν τὴν ὑπακοήν,
9
καὶ τελειωθεὶς ἐγένετο τοῖς
{NA τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν > πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ } ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου·
10
προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.
11
¶Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.
12
Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν
ὑμᾶς, τίνα
{NA τίνα > τινὰ } τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ· καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος,
καὶ
{NA καὶ οὐ > [καὶ] οὐ } οὐ στερεᾶς τροφῆς.
13
Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστιν.
14
Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων
πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.