Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Revelation : Chapter 5

Rev 1
Rev 2
Rev 3
Rev 4
Rev 5
Rev 6
Rev 7
Rev 8
Rev 9
Rev 10
Rev 11
Rev 12
Rev 13
Rev 14
Rev 15
Rev 16
Rev 17
Rev 18
Rev 19
Rev 20
Rev 21
Rev 22

Rev 5

1 Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, {NA ἔξωθεν > ὄπισθεν } κατεσφραγισμένον σφραγῖσιν ἑπτά. 2 Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ, Τίς ἄξιός ἐστιν {NA ἐστιν > - } ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; 3 Καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ ἄνω, {Byz ἄνω > - } {NA ἄνω > - } οὔτε {Byz οὔτε ἐπὶ > οὐδὲ ἐπὶ } {NA οὔτε ἐπὶ > οὐδὲ ἐπὶ } ἐπὶ τῆς γῆς, οὔτε {Byz οὔτε ὑποκάτω > οὐδὲ ὑποκάτω } {NA οὔτε ὑποκάτω > οὐδὲ ὑποκάτω } ὑποκάτω τῆς γῆς, ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. 4 Καὶ ἐγὼ {NA ἐγὼ > - } ἔκλαιον πολύ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. 5 Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, {Byz Δαυίδ > —ΔΑΔ } ὁ ἀνοίγων {Byz ὁ ἀνοίγων > ἀνοῖξαι } {NA ὁ ἀνοίγων > ἀνοῖξαι } τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. 6 Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον {NA ἔχον > ἔχων } κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἅ {NA ἅ > οἵ } εἰσιν τὰ {NA τὰ ἑπτὰ > τὰ [ἑπτὰ] } ἑπτὰ πνεύματα τοῦ θεοῦ ἀποστελλόμενα {NA ἀποστελλόμενα > ἀπεσταλμένοι } εἰς πᾶσαν τὴν γῆν. 7 Καὶ ἦλθεν, καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. 8 Καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι {Byz εἴκοσι τέσσαρες > —ΚΔ } τέσσαρες πρεσβύτεροι ἔπεσον {NA ἔπεσον > ἔπεσαν } ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν, {Byz κιθάραν > κιθάρας } καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν προσευχαὶ {Byz προσευχαὶ > αἱ προσευχαὶ } {NA προσευχαὶ > αἱ προσευχαὶ } τῶν ἁγίων. 9 Καὶ ᾄδουσιν ᾠδὴν καινήν, λέγοντες, Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ· ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ θεῷ ἡμᾶς {NA ἡμᾶς > - } ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, 10 καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν βασιλεῖς {NA βασιλεῖς > βασιλείαν } καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν {Byz βασιλεύσουσιν > βασιλεύουσιν } ἐπὶ τῆς γῆς. 11 Καὶ εἶδον, καὶ ἤκουσα ὡς {NA ὡς > - } φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, καὶ χιλιάδες χιλιάδων, 12 λέγοντες φωνῇ μεγάλῃ, Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ τὸν {Byz τὸν > - } {NA τὸν > - } πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. 13 Καὶ πᾶν κτίσμα ὃ {Byz ὃ > ὅ ἐστιν } ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης ἐστίν, {Byz ἐστίν > ἅ ἐστιν } {NA ἐστίν > - } καὶ τὰ ἐν αὐτοῖς, {NA αὐτοῖς, πάντας > αὐτοῖς πάντα, } πάντας ἤκουσα λέγοντας, Τῷ καθημένῳ ἐπὶ τοῦ {NA τοῦ θρόνου > τῷ θρόνῳ } θρόνου καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. {NA Ἀμήν > - } 14 Καὶ τὰ τέσσαρα ζῷα λέγοντα {Byz λέγοντα > ἔλεγον } {NA λέγοντα > ἔλεγον } τὸ {NA τὸ > - } Ἀμήν. Καὶ οἱ πρεσβύτεροι ἔπεσον, {NA ἔπεσον > ἔπεσαν } καὶ προσεκύνησαν.