Luke 5

1 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ {NA τοῦ ἀκούειν > καὶ ἀκούειν } ἀκούειν τὸν λόγον τοῦ θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ· 2 καὶ εἶδεν δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες {NA ἀποβάντες ἀπ’ αὐτῶν ἀπέπλυναν > ἀπ’ αὐτῶν ἀποβάντες ἔπλυνον } ἀπ’ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. 3 Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ {NA τοῦ Σίμωνος > Σίμωνος } Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Καὶ {NA Καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου > Καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν } καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. 4 Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα, Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5 Καὶ ἀποκριθεὶς ὁ {NA ὁ Σίμων εἶπεν αὐτῷ > Σίμων εἶπεν } Σίμων εἶπεν αὐτῷ, Ἐπιστάτα, δι’ ὅλης τῆς {NA τῆς > - } νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ {NA τὸ δίκτυον > τὰ δίκτυα } δίκτυον. 6 Καὶ τοῦτο ποιήσαντες, συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο {NA διερρήγνυτο δὲ τὸ δίκτυον > διερρήσσετο δὲ τὰ δίκτυα } δὲ τὸ δίκτυον αὐτῶν· 7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς {NA τοῖς ἐν > ἐν } ἐν τῷ ἑτέρῳ πλοίῳ, τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. 8 Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ, λέγων, Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε. 9 Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ {NA ᾗ > ὧν } συνέλαβον· 10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπεν πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς, Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11 Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα, {NA ἅπαντα > πάντα } ἠκολούθησαν αὐτῷ. 12 ¶Καὶ ἐγένετο, ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδού, ἀνὴρ πλήρης λέπρας· καὶ {NA καὶ ἰδὼν > ἰδὼν δὲ } ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον, ἐδεήθη αὐτοῦ, λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 13 Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ, εἰπών, {NA εἰπών > λέγων } Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ’ αὐτοῦ. 14 Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν· ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξεν Μωσῆς, {NA Μωσῆς > Μωϋσῆς } εἰς μαρτύριον αὐτοῖς. 15 Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ· καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν, καὶ θεραπεύεσθαι ὑπ’ {NA ὑπ’ αὐτοῦ > - } αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν. 16 Αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος. 17 ¶Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἦν διδάσκων· καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς. {NA αὐτούς > αὐτόν } 18 Καὶ ἰδού, ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον {NA ἐνώπιον > [αὐτὸν] ἐνώπιον } αὐτοῦ· 19 καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα, διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. 20 Καὶ ἰδὼν τὴν πίστιν αὐτῶν, εἶπεν αὐτῷ, {NA αὐτῷ > - } Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 21 Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, λέγοντες, Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; Τίς δύναται ἀφιέναι {NA ἀφιέναι ἁμαρτίας > ἁμαρτίας ἀφεῖναι } ἁμαρτίας, εἰ μὴ μόνος ὁ θεός; 22 Ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 23 Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, Ἔγειραι {NA Ἔγειραι > Ἔγειρε } καὶ περιπάτει; 24 Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν {NA ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου > ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει } ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας- εἶπεν τῷ παραλελυμένῳ- Σοὶ λέγω, ἔγειραι, {NA ἔγειραι > ἔγειρε } καὶ ἄρας τὸ κλινίδιόν σου, πορεύου εἰς τὸν οἶκόν σου. 25 Καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ’ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, δοξάζων τὸν θεόν. 26 Καὶ ἔκστασις ἔλαβεν ἅπαντας, καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου, λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον. 27 ¶Καὶ μετὰ ταῦτα ἐξῆλθεν, καὶ ἐθεάσατο τελώνην, ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ, Ἀκολούθει μοι. 28 Καὶ καταλιπὼν ἅπαντα, {NA ἅπαντα > πάντα } ἀναστὰς ἠκολούθησεν {NA ἠκολούθησεν > ἠκολούθει } αὐτῷ. 29 Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος τελωνῶν {NA τελωνῶν πολύς > πολὺς τελωνῶν } πολύς, καὶ ἄλλων οἳ ἦσαν μετ’ αὐτῶν κατακείμενοι. 30 Καὶ ἐγόγγυζον οἱ γραμματεῖς {NA γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι > Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν } αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ, λέγοντες, Διὰ τί μετὰ τῶν {Byz τῶν > - } τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; 31 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς, Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ {NA ἀλλ’ > ἀλλὰ } οἱ κακῶς ἔχοντες. 32 Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. 33 Οἱ δὲ εἶπον {NA εἶπον > εἶπαν } πρὸς αὐτόν, Διὰ {NA Διὰ τί οἱ > Οἱ } τί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνά, καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων· οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν; 34 Ὁ δὲ εἶπεν {NA εἶπεν > Ἰησοῦς εἶπεν } πρὸς αὐτούς, Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν, ποιῆσαι νηστεύειν; {NA νηστεύειν > νηστεῦσαι } 35 Ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. 36 Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ἱματίου {NA ἱματίου καινοῦ > ἀπὸ ἱματίου καινοῦ σχίσας } καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, {NA μήγε > μή γε } καὶ τὸ καινὸν σχίζει, {NA σχίζει > σχίσει } καὶ τῷ παλαιῷ οὐ συμφωνεῖ {NA συμφωνεῖ > συμφωνήσει τὸ ἐπίβλημα } τὸ ἀπὸ τοῦ καινοῦ. 37 Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, {NA μήγε > μή γε } ῥήξει ὁ {NA ὁ νέος οἶνος > ὁ οἶνος ὁ νέος } νέος οἶνος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται. 38 Ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ {NA καὶ ἀμφότεροι συντηροῦνται > - } ἀμφότεροι συντηροῦνται. 39 Καὶ {NA Καὶ > [Καὶ] } οὐδεὶς πιὼν παλαιὸν εὐθέως {NA εὐθέως > - } θέλει νέον· λέγει γάρ, Ὁ παλαιὸς χρηστότερός {NA χρηστότερός > χρηστός } ἐστιν.