Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Mark : Chapter 5

Mark 1
Mark 2
Mark 3
Mark 4
Mark 5
Mark 6
Mark 7
Mark 8
Mark 9
Mark 10
Mark 11
Mark 12
Mark 13
Mark 14
Mark 15
Mark 16

Mark 5

1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γαδαρηνῶν. {NA Γαδαρηνῶν > Γερασηνῶν } 2 Καὶ ἐξελθόντι {NA ἐξελθόντι αὐτῷ > ἐξελθόντος αὐτοῦ } αὐτῷ ἐκ τοῦ πλοίου, εὐθέως {NA εὐθέως ἀπήντησεν > εὐθὺς ὑπήντησεν } ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, 3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν· καὶ οὔτε {NA οὔτε ἁλύσεσιν > οὐδὲ ἁλύσει οὐκέτι } ἁλύσεσιν οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι, 4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ’ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς αὐτὸν {NA αὐτὸν ἴσχυεν > ἴσχυεν αὐτὸν } ἴσχυεν δαμάσαι· 5 καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς ὄρεσιν {NA ὄρεσιν > μνήμασιν } καὶ ἐν τοῖς μνήμασιν {NA μνήμασιν > ὄρεσιν } ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. 6 Ἰδὼν {NA Ἰδὼν δὲ > Καὶ ἰδὼν } δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ, 7 καὶ κράξας φωνῇ μεγάλῃ εἶπεν, {NA εἶπεν > λέγει } Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. 8 Ἔλεγεν γὰρ αὐτῷ, Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου. 9 Καὶ ἐπηρώτα αὐτόν, Τί σοι {NA σοι ὄνομα > ὄνομά σοι } ὄνομα; Καὶ ἀπεκρίθη, {NA ἀπεκρίθη λέγων > λέγει αὐτῷ } λέγων, Λεγεὼν {NA Λεγεὼν > Λεγιὼν } ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. 10 Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτοὺς {NA αὐτοὺς > αὐτὰ } ἀποστείλῃ ἔξω τῆς χώρας. 11 Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· 12 καὶ παρεκάλεσαν αὐτὸν πάντες {NA πάντες οἱ δαίμονες > - } οἱ δαίμονες, λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 13 Καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως {NA εὐθέως ὁ Ἰησοῦς > - } ὁ Ἰησοῦς. Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· ἦσαν {NA ἦσαν δὲ > - } δὲ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 14 Οἱ {NA Οἱ δὲ > Καὶ οἱ } δὲ βόσκοντες τοὺς {NA τοὺς χοίρους > αὐτοὺς } χοίρους ἔφυγον, καὶ ἀνήγγειλαν {NA ἀνήγγειλαν > ἀπήγγειλαν } εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ ἐξῆλθον {NA ἐξῆλθον > ἦλθον } ἰδεῖν τί ἐστιν τὸ γεγονός· 15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον καὶ {NA καθήμενον καὶ ἱματισμένον > καθήμενον ἱματισμένον } ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν Λεγεῶνα· {NA Λεγεῶνα > Λεγιῶνα } καὶ ἐφοβήθησαν. 16 Διηγήσαντο {NA Διηγήσαντο δὲ > Καὶ διηγήσαντο } δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων. 17 Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18 Καὶ ἐμβάντος {NA ἐμβάντος > ἐμβαίνοντος } αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθείς, ἵνα ᾖ {NA ᾖ μετ’ αὐτοῦ > μετ’ αὐτοῦ ᾖ } μετ’ αὐτοῦ. 19 {NA Ὁ δὲ Ἰησοῦς > Καὶ } δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀνάγγειλον {NA ἀνάγγειλον > ἀπάγγειλον } αὐτοῖς ὅσα σοι ὁ κύριος {NA σοι ὁ κύριος > ὁ κύριός σοι } πεποίηκεν, καὶ ἠλέησέν σε. 20 Καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον. 21 ¶Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν {NA ἐν τῷ πλοίῳ > [ἐν τῷ πλοίῳ] } τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 22 Καὶ ἰδού, {NA ἰδού > - } ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, {NA Ἰάειρος > Ἰάϊρος } καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ, 23 καὶ παρεκάλει {NA παρεκάλει > παρακαλεῖ } αὐτὸν πολλά, λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ {NA αὐτῇ τὰς χεῖρας ὅπως > τὰς χεῖρας αὐτῇ ἵνα } τὰς χεῖρας, ὅπως σωθῇ καὶ ζήσεται. {NA ζήσεται > ζήσῃ } 24 Καὶ ἀπῆλθεν μετ’ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. 25 ¶Καὶ γυνή τις {NA τις > - } οὖσα ἐν ῥύσει αἵματος ἔτη {NA ἔτη δώδεκα > δώδεκα ἔτη } δώδεκα, 26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ’ αὐτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27 ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28 ἔλεγεν γὰρ ὅτι Κἂν {NA Κἂν > Ἐὰν ἅψωμαι κἂν } τῶν ἱματίων αὐτοῦ ἅψωμαι, {NA ἅψωμαι > - } σωθήσομαι. 29 Καὶ εὐθέως {NA εὐθέως > εὐθὺς } ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30 Καὶ εὐθέως {NA εὐθέως > εὐθὺς } ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγεν, Τίς μου ἥψατο τῶν ἱματίων; 31 Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἥψατο; 32 Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33 Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ’ {NA ἐπ’ > - } αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34 Ὁ δὲ εἶπεν αὐτῇ, Θύγατερ, {NA Θύγατερ > Θυγάτηρ } ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. 35 ¶Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36 Ὁ δὲ Ἰησοῦς εὐθέως {NA εὐθέως ἀκούσας > παρακούσας } ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ· μόνον πίστευε. 37 Καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷ {NA αὐτῷ > μετ’ αὐτοῦ } συνακολουθῆσαι, εἰ μὴ Πέτρον {NA Πέτρον > τὸν Πέτρον } καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38 Καὶ ἔρχεται {NA ἔρχεται > ἔρχονται } εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, κλαίοντας {NA κλαίοντας > καὶ κλαίοντας } καὶ ἀλαλάζοντας πολλά. 39 Καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 40 Καὶ κατεγέλων αὐτοῦ. Ὁ {NA Ὁ > Αὐτὸς } δέ, ἐκβαλὼν πάντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον. {NA ἀνακείμενον > - } 41 Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, Ταλιθά, κοῦμι· {NA κοῦμι > κοῦμ } ὅ ἐστιν μεθερμηνευόμενον, Τὸ κοράσιον, σοὶ λέγω, ἔγειραι. {NA ἔγειραι > ἔγειρε } 42 Καὶ εὐθέως {NA εὐθέως > εὐθὺς } ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα· καὶ ἐξέστησαν ἐκστάσει {NA ἐκστάσει > [εὐθὺς] ἐκστάσει } μεγάλῃ. 43 Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ {NA γνῷ > γνοῖ } τοῦτο· καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.