Luke 6
1
Ἐγένετο δὲ ἐν σαββάτῳ δευτεροπρώτῳ
{NA δευτεροπρώτῳ > - } διαπορεύεσθαι αὐτὸν διὰ τῶν
{NA τῶν > - } σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς
{NA τοὺς στάχυας καὶ ἤσθιον > καὶ ἤσθιον τοὺς στάχυας } στάχυας, καὶ ἤσθιον, ψώχοντες ταῖς χερσίν.
2
Τινὲς δὲ τῶν Φαρισαίων εἶπον
{NA εἶπον αὐτοῖς > εἶπαν } αὐτοῖς, Τί ποιεῖτε ὃ οὐκ ἔξεστιν ποιεῖν
{NA ποιεῖν ἐν > - } ἐν τοῖς σάββασιν;
3
Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς, Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησεν Δαυίδ,
ὁπότε
{NA ὁπότε > ὅτε } ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ ὄντες;
{NA ὄντες > [ὄντες] }
4
Ὡς
{NA Ὡς > [ Ὡς] } εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβεν,
{NA ἔλαβεν καὶ > λαβὼν } καὶ ἔφαγεν, καὶ ἔδωκεν καὶ
{NA καὶ τοῖς > τοῖς } τοῖς μετ’ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;
5
Καὶ ἔλεγεν αὐτοῖς ὅτι
{NA ὅτι > - } Κύριός ἐστιν ὁ
{NA ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου > τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου } υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
6
¶Ἐγένετο δὲ καὶ
{NA καὶ ἐν > ἐν } ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἐκεῖ
{NA ἐκεῖ ἄνθρωπος > ἄνθρωπος ἐκεῖ } ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.
7
Παρετήρουν
{NA Παρετήρουν δὲ > Παρετηροῦντο δὲ αὐτὸν } δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ ἐν τῷ σαββάτῳ θεραπεύσει·
{NA θεραπεύσει > θεραπεύει } ἵνα εὕρωσιν κατηγορίαν
{NA κατηγορίαν > κατηγορεῖν } αὐτοῦ.
8
Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, καὶ
{NA καὶ εἶπεν τῷ ἀνθρώπῳ > εἶπεν δὲ τῷ ἀνδρὶ } εἶπεν τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, Ἔγειραι,
{NA Ἔγειραι > Ἔγειρε } καὶ στῆθι εἰς τὸ μέσον. Ὁ
{NA Ὁ δὲ > Καὶ } δὲ ἀναστὰς ἔστη.
9
Εἶπεν οὖν
{NA οὖν > δὲ } ὁ Ἰησοῦς πρὸς αὐτούς, Ἐπερωτήσω
{NA Ἐπερωτήσω > Ἐπερωτῶ } ὑμᾶς τί,
{NA ὑμᾶς τί, Ἔξεστιν > ὑμᾶς, Εἰ ἔξεστιν } Ἔξεστιν τοῖς
{NA τοῖς σάββασιν > τῷ σαββάτῳ } σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;
{NA ἀποκτεῖναι > ἀπολέσαι }
10
Καὶ περιβλεψάμενος πάντας αὐτούς, εἶπεν αὐτῷ, Ἔκτεινον τὴν χεῖρά σου. Ὁ δὲ ἐποίησεν
καὶ ἀποκατεστάθη
{NA ἀποκατεστάθη > ἀπεκατεστάθη } ἡ χεὶρ αὐτοῦ ὑγιὴς
{NA ὑγιὴς ὡς ἡ ἄλλη > - } ὡς ἡ ἄλλη.
11
Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας· καὶ διελάλουν πρὸς ἀλλήλους, τί ἂν ποιήσειαν
{NA ποιήσειαν > ποιήσαιεν } τῷ Ἰησοῦ.
12
¶Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθεν
{NA ἐξῆλθεν > ἐξελθεῖν αὐτὸν } εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ.
13
Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ· καὶ ἐκλεξάμενος ἀπ’ αὐτῶν
δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν,
14
Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον
{NA Ἰάκωβον > καὶ Ἰάκωβον } καὶ Ἰωάννην, Φίλιππον
{NA Φίλιππον > καὶ Φίλιππον } καὶ Βαρθολομαῖον,
15
Ματθαῖον
{NA Ματθαῖον > καὶ Μαθθαῖον } καὶ Θωμᾶν, Ἰάκωβον
{NA Ἰάκωβον τὸν τοῦ > καὶ Ἰάκωβον } τὸν τοῦ Ἁλφαίου, καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν,
16
Ἰούδαν
{NA Ἰούδαν Ἰακώβου > καὶ Ἰούδαν Ἰακώβου } Ἰακώβου, καὶ Ἰούδαν Ἰσκαριώτην,
{NA Ἰσκαριώτην > Ἰσκαριώθ } ὃς
{NA ὃς καὶ > ὃς } καὶ ἐγένετο προδότης.
17
Καὶ καταβὰς μετ’ αὐτῶν, ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν
{NA μαθητῶν > πολὺς μαθητῶν } αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου
Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν·
18
καὶ οἱ ὀχλούμενοι
{NA ὀχλούμενοι > ἐνοχλούμενοι } ὑπὸ
{NA ὑπὸ > ἀπὸ }
{Byz ὑπὸ > ἀπὸ } πνευμάτων ἀκαθάρτων, καὶ
{NA καὶ ἐθεραπεύοντο > ἐθεραπεύοντο } ἐθεραπεύοντο.
19
Καὶ πᾶς ὁ ὄχλος ἐζήτει
{NA ἐζήτει > ἐζήτουν } ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
20
¶Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν, ¶Μακάριοι οἱ
πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
21
¶Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. ¶Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.
22
¶Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν,
καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
23
Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γάρ, ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ·
κατὰ ταῦτα
{NA ταῦτα > τὰ αὐτὰ } γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
24
¶Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.
25
¶Οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι,
{NA ἐμπεπλησμένοι > ἐμπεπλησμένοι νῦν } ὅτι πεινάσετε. ¶Οὐαὶ ὑμῖν,
{NA ὑμῖν οἱ γελῶντες > οἱ γελῶντες } οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.
26
¶Οὐαὶ ὅταν καλῶς
{NA καλῶς ὑμᾶς εἴπωσιν > ὑμᾶς καλῶς εἴπωσιν πάντες } ὑμᾶς εἴπωσιν
{Byz εἴπωσιν > εἴπωσιν πάντες } οἱ ἄνθρωποι· κατὰ ταῦτα
{NA ταῦτα > τὰ αὐτὰ } γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
27
¶Ἀλλ’
{Byz Ἀλλ’ > Ἀλλὰ }
{NA Ἀλλ’ > Ἀλλὰ } ὑμῖν λέγω τοῖς ἀκούουσιν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν
ὑμᾶς,
28
εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν,
{NA ὑμῖν > ὑμᾶς } προσεύχεσθε ὑπὲρ
{NA ὑπὲρ > περὶ } τῶν ἐπηρεαζόντων ὑμᾶς.
29
Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ
ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.
30
Παντὶ δὲ
{NA δὲ τῷ > - } τῷ αἰτοῦντί σε δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.
31
Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ
{NA καὶ ὑμεῖς > - } ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.
32
Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς
ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν.
33
Καὶ ἐὰν
{NA ἐὰν > [γὰρ] ἐὰν } ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ
{NA γὰρ > - } οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν.
34
Καὶ ἐὰν δανείζητε
{NA δανείζητε > δανίσητε } παρ’ ὧν ἐλπίζετε ἀπολαβεῖν,
{NA ἀπολαβεῖν > λαβεῖν } ποία ὑμῖν χάρις ἐστίν;
{NA ἐστίν > [ἐστίν] } Καὶ γὰρ
{NA γὰρ > - } ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν,
{NA δανείζουσιν > δανίζουσιν } ἵνα ἀπολάβωσιν τὰ ἴσα.
35
Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανείζετε,
{NA δανείζετε > δανίζετε } μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου· ὅτι αὐτὸς
χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
36
Γίνεσθε οὖν
{NA οὖν > - } οἰκτίρμονες, καθὼς καὶ
{NA καὶ > [καὶ] } ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.
37
Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε.
{NA κριθῆτε > κριθῆτε. Καὶ } Μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε·
38
δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν, πεπιεσμένον καὶ
{NA καὶ σεσαλευμένον > σεσαλευμένον } σεσαλευμένον καὶ
{NA καὶ ὑπερεκχυνόμενον > ὑπερεκχυννόμενον } ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. Τῷ
{NA Τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ > ᾯ γὰρ μέτρῳ } γὰρ αὐτῷ μέτρῳ ᾧ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.
39
¶Εἶπεν δὲ
{NA δὲ > δὲ καὶ } παραβολὴν αὐτοῖς, Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον
πεσοῦνται;
{NA πεσοῦνται > ἐμπεσοῦνται }
40
Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ·
{NA αὐτοῦ κατηρτισμένος > κατηρτισμένος } κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.
41
Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ
ὀφθαλμῷ οὐ κατανοεῖς;
42
Ἢ
{NA Ἢ > - } πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ
σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν
ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν
{NA ἐκβαλεῖν τὸ > τὸ } τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.
{NA ἀδελφοῦ σου > ἀδελφοῦ σου ἐκβαλεῖν }
43
Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν· οὐδὲ
{NA οὐδὲ > οὐδὲ πάλιν } δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν.
44
Ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. Οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν
σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσιν
{NA τρυγῶσιν σταφυλήν > σταφυλὴν τρυγῶσιν } σταφυλήν.
45
Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ
{NA αὐτοῦ προφέρει τὸ ἀγαθόν > προφέρει τὸ ἀγαθόν } προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἄνθρωπος
{NA πονηρὸς ἄνθρωπος > πονηρὸς } ἐκ τοῦ πονηροῦ θησαυροῦ
{NA πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ > πονηροῦ } τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ τοῦ
{NA τοῦ περισσεύματος τῆς > περισσεύματος } περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
46
¶Τί δέ με καλεῖτε, Κύριε, κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;
47
Πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι
ἐστὶν ὅμοιος·
48
ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς ἔσκαψεν καὶ ἐβάθυνεν, καὶ ἔθηκεν θεμέλιον
ἐπὶ τὴν πέτραν· πλημμύρας
{NA πλημμύρας > πλημμύρης } δὲ γενομένης, προσέρρηξεν
{NA προσέρρηξεν > προσέρηξεν } ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτήν· τεθεμελίωτο
{NA τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν > διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν } γὰρ ἐπὶ τὴν πέτραν.
49
Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν
χωρὶς θεμελίου· ᾗ προσέρρηξεν
{NA προσέρρηξεν > προσέρηξεν } ὁ ποταμός, καὶ εὐθέως
{NA εὐθέως ἔπεσεν > εὐθὺς συνέπεσεν } ἔπεσεν, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.