Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Revelation : Chapter 6

Rev 1
Rev 2
Rev 3
Rev 4
Rev 5
Rev 6
Rev 7
Rev 8
Rev 9
Rev 10
Rev 11
Rev 12
Rev 13
Rev 14
Rev 15
Rev 16
Rev 17
Rev 18
Rev 19
Rev 20
Rev 21
Rev 22

Rev 6

1 Καὶ εἶδον ὅτι {NA ὅτι > ὅτε } ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος, ὡς φωνὴ βροντῆς, Ἔρχου καὶ {Byz καὶ ἴδε > - } {NA καὶ ἴδε > - } ἴδε. 2 Καὶ ἰδού, {Byz ἰδού > εἶδον καὶ ἰδού } {NA ἰδού > εἶδον καὶ ἰδού } ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων τόξον· καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν, καὶ ἵνα νικήσῃ. 3 ¶Καὶ ὅτε ἤνοιξεν τὴν δευτέραν {NA δευτέραν σφραγῖδα > σφραγῖδα τὴν δευτέραν } σφραγῖδα, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος, Ἔρχου. 4 Καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρός· {Byz πυρός > πυρρός } {NA πυρός > πυρρός } καὶ τῷ καθημένῳ ἐπ’ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς, ἵνα {NA ἵνα > καὶ ἵνα } ἀλλήλους σφάξωσιν· {NA σφάξωσιν > σφάξουσιν } καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη. 5 ¶Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος, Ἔρχου {NA Ἔρχου καὶ ἴδε. > Ἔρχου. Καὶ εἶδον, } καὶ {Byz καὶ ἴδε > - } ἴδε. Καὶ ἰδού, {Byz ἰδού > εἶδον καὶ ἰδού } ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. 6 Καὶ ἤκουσα φωνὴν {NA φωνὴν > ὡς φωνὴν } ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν, Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῆς {NA κριθῆς > κριθῶν } δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς. 7 ¶Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα τοῦ {NA τοῦ > φωνὴν τοῦ } τετάρτου ζῴου λέγοντος, Ἔρχου καὶ {Byz καὶ ἴδε > - } {NA καὶ ἴδε > - } ἴδε. 8 Καὶ ἰδού, {Byz ἰδού > εἶδον καὶ ἰδού } {NA ἰδού > εἶδον καὶ ἰδού } ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ ὁ {NA ὁ Θάνατος > [ὁ] Θάνατος } Θάνατος, καὶ ὁ ᾍδης ἠκολούθει {Byz ἠκολούθει αὐτῷ > ἠκολούθει μετ’ αὐτοῦ } {NA ἠκολούθει αὐτῷ > ἠκολούθει μετ’ αὐτοῦ } αὐτῷ. Καὶ ἐδόθη {NA ἐδόθη αὐτῷ > ἐδόθη αὐτοῖς } αὐτῷ ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ, καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς. 9 ¶Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς {Byz ψυχὰς > ψυχὰς τῶν ἀνθρώπων } τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ διὰ τὴν μαρτυρίαν τοῦ {NA τοῦ ἀρνίου > - } ἀρνίου ἣν εἶχον, 10 καὶ ἔκραξαν {Byz ἔκραξαν > ἔκραζον } φωνῇ {Byz φωνῇ μεγάλῃ > φωνὴν μεγάλην } μεγάλῃ, λέγοντες, Ἕως πότε, ὁ δεσπότης, ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; 11 Καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ {Byz ἑκάστῳ > - } στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσωνται {NA ἀναπαύσωνται > ἀναπαύσονται } ἔτι χρόνον, {NA χρόνον > χρόνον μικρόν } ἕως {Byz ἕως > ἕως οὗ } πληρώσωσιν {NA πληρώσωσιν > πληρωθῶσιν } καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ {Byz καὶ οἱ μέλλοντες > οἱ μέλλοντες } {NA καὶ οἱ μέλλοντες > οἱ μέλλοντες } οἱ μέλλοντες ἀποκτένεσθαι {NA ἀποκτένεσθαι > ἀποκτέννεσθαι } ὡς καὶ αὐτοί. 12 ¶Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος μέλας {NA μέλας ἐγένετο > ἐγένετο μέλας } ἐγένετο ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη {Byz ὅλη > - } ἐγένετο ὡς αἷμα, 13 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσον {NA ἔπεσον > ἔπεσαν } εἰς τὴν γῆν, ὡς συκῆ βαλοῦσα {Byz βαλοῦσα > βάλλει } {NA βαλοῦσα > βάλλει } τοὺς ὀλύνθους αὐτῆς, ὑπὸ ἀνέμου μεγάλου σειομένη. 14 Καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, {Byz ἑλισσόμενον > ἑλισσόμενος } καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. 15 Καὶ οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ μεγιστᾶνες, καὶ οἱ χιλίαρχοι, καὶ οἱ πλούσιοι, καὶ οἱ ἰσχυροί, καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος, {Byz ἐλεύθερος > πᾶς ἐλεύθερος } ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων, 16 καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις, Πέσετε ἐφ’ ἡμᾶς, καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ {Byz τοῦ θρόνου > τῷ θρόνῳ } θρόνου, καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου· 17 ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ, {NA αὐτοῦ > αὐτῶν } καὶ τίς δύναται σταθῆναι;