2Cor 7
1
Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ
σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.
2
¶Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν.
3
Οὐ
{NA Οὐ πρὸς κατάκρισιν > Πρὸς κατάκρισιν οὐ } πρὸς κατάκρισιν λέγω· προείρηκα γάρ, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστὲ εἰς τὸ συναποθανεῖν
καὶ συζῇν.
4
Πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει,
ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
5
¶Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ’ ἐν
παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι.
6
Ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς, ὁ θεός, ἐν τῇ παρουσίᾳ Τίτου·
7
οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ’ ὑμῖν,
ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε
με μᾶλλον χαρῆναι.
8
Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω
γὰρ
{NA γὰρ > [γὰρ] } ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς.
9
Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ’ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ
θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν.
10
Ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον
{NA ἀμεταμέλητον κατεργάζεται > ἀμεταμέλητον ἐργάζεται } κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.
11
Ἰδοὺ γάρ, αὐτὸ τοῦτο, τὸ κατὰ θεὸν λυπηθῆναι ὑμᾶς,
{NA ὑμᾶς > - } πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ
ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι
ἐν
{NA ἐν τῷ > τῷ } τῷ πράγματι.
12
Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ εἵνεκεν
{Byz εἵνεκεν > ἕνεκεν }
{NA οὐχ εἵνεκεν > οὐχ ἕνεκεν } τοῦ ἀδικήσαντος, οὐδὲ εἵνεκεν
{Byz εἵνεκεν > ἕνεκεν }
{NA οὐδὲ εἵνεκεν > οὐδὲ ἕνεκεν } τοῦ ἀδικηθέντος, ἀλλ’ εἵνεκεν
{Byz εἵνεκεν > ἕνεκεν }
{NA ἀλλ’ εἵνεκεν > ἀλλ’ ἕνεκεν } τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ.
13
Διὰ τοῦτο παρακεκλήμεθα. ¶Ἐπὶ δὲ
{Byz δὲ > - } τῇ παρακλήσει ὑμῶν
{Byz ὑμῶν περισσοτέρως > ὑμῶν· περισσοτέρως δὲ }
{NA ὑμῶν περισσοτέρως > ἡμῶν περισσοτέρως } περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ
πάντων ὑμῶν.
14
Ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην· ἀλλ’ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν
ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη.
15
Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστίν, ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν
ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν.
16
Χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.