Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : John : Chapter 7

John 1
John 2
John 3
John 4
John 5
John 6
John 7
John 8
John 9
John 10
John 11
John 12
John 13
John 14
John 15
John 16
John 17
John 18
John 19
John 20
John 21

John 7

1 Καὶ περιεπάτει {NA περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα > μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς } ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. 2 Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία. 3 Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσιν {NA θεωρήσωσιν τὰ ἔργα σου > θεωρήσουσιν σοῦ τὰ ἔργα } τὰ ἔργα σου ἃ ποιεῖς. 4 Οὐδεὶς γὰρ ἐν {NA ἐν κρυπτῷ τι > τι ἐν κρυπτῷ } κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. 5 Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. 6 Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. 7 Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. 8 Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην· {NA ταύτην ἐγὼ οὔπω > ἐγὼ οὐκ } ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς {NA καιρὸς ὁ ἐμὸς > ἐμὸς καιρὸς } ὁ ἐμὸς οὔπω πεπλήρωται. 9 Ταῦτα δὲ εἰπὼν αὐτοῖς, {NA αὐτοῖς > αὐτὸς } ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. 10 ¶Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε {NA τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν > εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη } καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ’ {NA ἀλλ’ ὡς > ἀλλὰ [ὡς] } ὡς ἐν κρυπτῷ. 11 Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος; 12 Καὶ γογγυσμὸς πολὺς {NA πολὺς περὶ αὐτοῦ ἦν > περὶ αὐτοῦ ἦν πολὺς } περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον, {NA ἄλλοι > ἄλλοι [δὲ] } Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. 13 Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. 14 ¶Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ {NA ὁ > - } Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκεν. 15 Καὶ {NA Καὶ ἐθαύμαζον > Ἐθαύμαζον οὖν } ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδεν, μὴ μεμαθηκώς; 16 Ἀπεκρίθη οὖν αὐτοῖς ὁ {NA ὁ > [ὁ] } Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με. 17 Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ. 18 Ὁ ἀφ’ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. 19 Οὐ Μωσῆς {NA Μωσῆς > Μωϋσῆς } δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι; 20 Ἀπεκρίθη ὁ ὄχλος καὶ {NA καὶ εἶπεν > - } εἶπεν, Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; 21 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε. 22 Διὰ τοῦτο Μωσῆς {NA Μωσῆς > Μωϋσῆς } δέδωκεν ὑμῖν τὴν περιτομήν- οὐχ ὅτι ἐκ τοῦ Μωσέως {NA Μωσέως > Μωϋσέως } ἐστίν, ἀλλ’ ἐκ τῶν πατέρων- καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23 Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, {NA Μωσέως > Μωϋσέως } ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; 24 Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. {NA κρίνατε > κρίνετε } 25 ¶Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26 Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς {NA ἀληθῶς ὁ > ὁ } ὁ χριστός; 27 Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. 28 Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων, Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. 29 Ἐγὼ οἶδα αὐτόν, ὅτι παρ’ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν. 30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 31 Πολλοὶ {NA Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου > Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ } δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον ὅτι {NA ὅτι > - } Ὁ χριστὸς ὅταν ἔλθῃ, μήτι {NA μήτι > μὴ } πλείονα σημεῖα τούτων {NA τούτων > - } ποιήσει ὧν οὗτος ἐποίησεν; 32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν ὑπηρέτας {NA ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς > οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας } οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἵνα πιάσωσιν αὐτόν. 33 Εἶπεν οὖν ὁ Ἰησοῦς, Ἔτι μικρὸν {NA μικρὸν χρόνον > χρόνον μικρὸν } χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34 Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε· {NA εὑρήσετε > εὑρήσετέ [με] } καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 35 Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας; 36 Τίς ἐστιν οὗτος {NA οὗτος ὁ λόγος > ὁ λόγος οὗτος } ὁ λόγος ὃν εἶπεν, Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε· {NA εὑρήσετε > εὑρήσετέ [με] } καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; 37 ¶Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν, λέγων, Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 38 Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39 Τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὗ {Byz οὗ > ὃ } {NA οὗ > ὃ } ἔμελλον λαμβάνειν οἱ πιστεύοντες {NA πιστεύοντες > πιστεύσαντες } εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα ἅγιον, {NA ἅγιον > - } ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. 40 Πολλοὶ {NA Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου > Ἐκ τοῦ ὄχλου οὖν } οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν {NA τὸν λόγον > τῶν λόγων τούτων } λόγον ἔλεγον, Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. 41 Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ χριστός. {NA χριστός Ἄλλοι > χριστός Οἱ δὲ } Ἄλλοι ἔλεγον, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; 42 Οὐχὶ {NA Οὐχὶ > Οὐχ } ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν Δαυίδ, ὁ {NA ὁ χριστὸς ἔρχεται > ἔρχεται ὁ χριστός } χριστὸς ἔρχεται; 43 Σχίσμα οὖν ἐν {NA ἐν τῷ ὄχλῳ ἐγένετο > ἐγένετο ἐν τῷ ὄχλῳ } τῷ ὄχλῳ ἐγένετο δι’ αὐτόν. 44 Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας. 45 ¶Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν; 46 Ἀπεκρίθησαν οἱ ὑπηρέται, Οὐδέποτε οὕτως {NA οὕτως ἐλάλησεν > ἐλάλησεν οὕτως } ἐλάλησεν ἄνθρωπος, ὡς {NA ὡς οὗτος ὁ ἄνθρωπος > - } οὗτος ὁ ἄνθρωπος. 47 Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48 Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων; 49 Ἀλλ’ {NA Ἀλλ’ > Ἀλλὰ } ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί {NA ἐπικατάρατοί > ἐπάρατοί } εἰσιν. 50 Λέγει Νικόδημος πρὸς αὐτούς- ὁ ἐλθὼν νυκτὸς {NA νυκτὸς πρὸς αὐτόν > πρὸς αὐτὸν [τὸ] πρότερον } πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν- 51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ’ {NA παρ’ αὐτοῦ πρότερον > πρῶτον παρ’ αὐτοῦ } αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; 52 Ἀπεκρίθησαν καὶ εἶπον {NA εἶπον > εἶπαν } αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησον {NA Ἐρεύνησον > Ἐραύνησον } καὶ ἴδε ὅτι προφήτης {NA προφήτης ἐκ τῆς Γαλιλαίας > ἐκ τῆς Γαλιλαίας προφήτης } ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. {NA ἐγήγερται > ἐγείρεται } 53 Καὶ {NA Καὶ > [[Καὶ } ἐπορεύθη {NA ἐπορεύθη > ἐπορεύθησαν } ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·