Luke 7

1 Ἐπεὶ {NA Ἐπεὶ δὲ > Ἐπειδὴ } δὲ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ. {NA Καπερναούμ > Καφαρναούμ } 2 ¶Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλεν {NA ἔμελλεν > ἤμελλεν } τελευτᾷν, ὃς ἦν αὐτῷ ἔντιμος. 3 Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. 4 Οἱ δέ, παραγενόμενοι πρὸς τὸν Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξει {NA παρέξει > παρέξῃ } τοῦτο· 5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. 6 Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψεν πρὸς {NA πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους > φίλους ὁ ἑκατοντάρχης } αὐτὸν ὁ ἑκατόνταρχος φίλους, λέγων αὐτῷ, Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι {NA εἰμι ἱκανὸς > ἱκανός εἰμι } ἱκανὸς ἵνα ὑπὸ τὴν στέγην μου {Byz ὑπὸ τὴν στέγην μου > μου ὑπὸ τὴν στέγην } εἰσέλθῃς· 7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλ’ {NA ἀλλ’ > ἀλλὰ } εἰπὲ λόγῳ, καὶ ἰαθήσεται {NA ἰαθήσεται > ἰαθήτω } ὁ παῖς μου. 8 Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. 9 Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, Λέγω ὑμῖν, οὔτε {Byz οὔτε > οὐδὲ } {NA οὔτε > οὐδὲ } ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10 Καὶ ὑποστρέψαντες οἱ {NA οἱ πεμφθέντες εἰς τὸν οἶκον > εἰς τὸν οἶκον οἱ πεμφθέντες } πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα {NA ἀσθενοῦντα > - } δοῦλον ὑγιαίνοντα. 11 ¶Καὶ ἐγένετο ἐν τῷ {Byz τῷ > τῇ } ἑξῆς, ἐπορεύετο {NA ἐπορεύετο > ἐπορεύθη } εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοί, {NA ἱκανοί > - } καὶ ὄχλος πολύς. 12 Ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκώς, υἱὸς {NA υἱὸς μονογενὴς > μονογενὴς υἱὸς } μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ χήρα· {Byz χήρα > ἦν χήρα } {NA χήρα > ἦν χήρα } καὶ ὄχλος τῆς πόλεως ἱκανὸς σὺν {NA σὺν > ἦν σὺν } αὐτῇ. 13 Καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ, καὶ εἶπεν αὐτῇ, Μὴ κλαῖε. 14 Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ· οἱ δὲ βαστάζοντες ἔστησαν. Καὶ εἶπεν, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 Καὶ ἀνεκάθισεν ὁ νεκρός, καὶ ἤρξατο λαλεῖν. Καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 Ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεόν, λέγοντες ὅτι Προφήτης μέγας ἐγήγερται {NA ἐγήγερται > ἠγέρθη } ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. 17 Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ ἐν {NA ἐν πάσῃ > πάσῃ } πάσῃ τῇ περιχώρῳ. 18 ¶Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. 19 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψεν πρὸς τὸν Ἰησοῦν, {NA Ἰησοῦν > κύριον } λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν; 20 Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον, {NA εἶπον > εἶπαν } Ἰωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν {NA ἀπέσταλκεν > ἀπέστειλεν } ἡμᾶς πρός σε, λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν; 21 Ἐν αὐτῇ {NA αὐτῇ δὲ > ἐκείνῃ } δὲ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ {NA τὸ > - } βλέπειν. 22 Καὶ ἀποκριθεὶς ὁ {NA ὁ Ἰησοῦς > - } Ἰησοῦς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ὅτι {NA ὅτι > - } τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, κωφοὶ {NA κωφοὶ > καὶ κωφοὶ } ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23 καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. 24 ¶Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν τοῖς {NA τοῖς ὄχλοις > πρὸς τοὺς ὄχλους } ὄχλοις περὶ Ἰωάννου, Τί ἐξεληλύθατε {NA ἐξεληλύθατε > ἐξήλθατε } εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25 Ἀλλὰ τί ἐξεληλύθατε {NA ἐξεληλύθατε > ἐξήλθατε } ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26 Ἀλλὰ τί ἐξεληλύθατε {NA ἐξεληλύθατε > ἐξήλθατε } ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27 Οὗτός ἐστιν περὶ οὗ γέγραπται, Ἰδού, ἐγὼ {NA ἐγὼ > - } ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 28 Λέγω γὰρ {NA γὰρ > - } ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης {NA προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ > Ἰωάννου } Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. 29 Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· 30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ’ αὐτοῦ. 31 Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32 Ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλοις, καὶ {NA καὶ λέγουσιν > ἃ λέγει } λέγουσιν, Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν {NA ἐθρηνήσαμεν ὑμῖν > ἐθρηνήσαμεν } ὑμῖν, καὶ οὐκ ἐκλαύσατε. 33 Ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς μήτε {NA μήτε ἄρτον ἐσθίων > μὴ ἐσθίων ἄρτον } ἄρτον ἐσθίων μήτε οἶνον {NA οἶνον πίνων > πίνων οἶνον } πίνων, καὶ λέγετε, Δαιμόνιον ἔχει· 34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. 35 Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν {NA τῶν τέκνων αὐτῆς πάντων > πάντων τῶν τέκνων αὐτῆς } τέκνων αὐτῆς πάντων. 36 ¶Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ’ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν {NA τὴν οἰκίαν > τὸν οἶκον } οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. {NA ἀνεκλίθη > κατεκλίθη } 37 Καὶ ἰδού, γυνὴ ἐν {NA ἐν τῇ πόλει ἥτις ἦν > ἥτις ἦν ἐν τῇ πόλει } τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός, ἐπιγνοῦσα {NA ἐπιγνοῦσα > καὶ ἐπιγνοῦσα } {Byz ἐπιγνοῦσα > καὶ ἐπιγνοῦσα } ὅτι ἀνάκειται {NA ἀνάκειται > κατάκειται } ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου, 38 καὶ στᾶσα παρὰ {NA παρὰ > ὀπίσω παρὰ } τοὺς πόδας αὐτοῦ ὀπίσω {NA ὀπίσω κλαίουσα > κλαίουσα τοῖς δάκρυσιν } κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς {NA τοῖς δάκρυσιν > - } δάκρυσιν, καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφεν τῷ μύρῳ. 39 Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. 40 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ φησιν, {NA φησιν Διδάσκαλε εἰπέ > Διδάσκαλε εἰπέ φησίν } Διδάσκαλε, εἰπέ. 41 Δύο χρεωφειλέται {NA χρεωφειλέται ἦσαν δανειστῇ > χρεοφειλέται ἦσαν δανιστῇ } ἦσαν δανειστῇ τινί· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42 Μὴ ἐχόντων δὲ {NA δὲ > - } αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, εἰπέ, {NA εἰπέ πλεῖον αὐτὸν ἀγαπήσει > πλεῖον ἀγαπήσει αὐτόν } πλεῖον αὐτὸν ἀγαπήσει; 43 Ἀποκριθεὶς δὲ {NA δὲ ὁ > - } ὁ Σίμων εἶπεν, Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ, Ὀρθῶς ἔκρινας. 44 Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη, Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ {NA ἐπὶ τοὺς πόδας μου > μοι ἐπὶ πόδας } τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας, καὶ ταῖς θριξὶν τῆς {NA τῆς κεφαλῆς > - } κεφαλῆς αὐτῆς ἐξέμαξεν. 45 Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δέ, ἀφ’ ἧς εἰσῆλθον, οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. 46 Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέν μου {NA μου τοὺς πόδας > τοὺς πόδας μου } {Byz μου τοὺς πόδας > τοὺς πόδας μου } τοὺς πόδας. 47 Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48 Εἶπεν δὲ αὐτῇ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49 Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50 Εἶπεν δὲ πρὸς τὴν γυναῖκα, Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.