Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Revelation : Chapter 7

Rev 1
Rev 2
Rev 3
Rev 4
Rev 5
Rev 6
Rev 7
Rev 8
Rev 9
Rev 10
Rev 11
Rev 12
Rev 13
Rev 14
Rev 15
Rev 16
Rev 17
Rev 18
Rev 19
Rev 20
Rev 21
Rev 22

Rev 7

1 Καὶ {NA Καὶ > - } μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπί τι {Byz τι > πᾶν } {NA τι > πᾶν } δένδρον. 2 Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος· καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, 3 λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρι οὗ {NA οὗ > - } σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. 4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν καὶ {NA καὶ τεσσαράκοντα > τεσσεράκοντα } τεσσαράκοντα τέσσαρες χιλιάδες, ἐσφραγισμένων {Byz ἐσφραγισμένων ἐκ > ἐσφραγισμένοι ἐκ } {NA ἐσφραγισμένων ἐκ > ἐσφραγισμένοι ἐκ } ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ. 5 ¶Ἐκ φυλῆς Ἰούδα, δώδεκα {Byz δώδεκα > —ΙΒ } χιλιάδες ἐσφραγισμέναι· {Byz ἐσφραγισμέναι > ἐσφραγισμένοι } {NA ἐσφραγισμέναι > ἐσφραγισμένοι } ¶ἐκ φυλῆς Ῥουβίμ, {NA Ῥουβίμ > Ῥουβήν } δώδεκα {Byz δώδεκα > —ΙΒ } χιλιάδες· ¶ἐκ φυλῆς Γάδ, δώδεκα {Byz δώδεκα > —ΙΒ } χιλιάδες· 6 ¶ἐκ φυλῆς Ἀσήρ, δώδεκα {Byz δώδεκα > —ΙΒ } χιλιάδες· ¶ἐκ φυλῆς Νεφθαλείμ, {NA Νεφθαλείμ > Νεφθαλίμ } δώδεκα {Byz δώδεκα > —ΙΒ } χιλιάδες· ¶ἐκ φυλῆς Μανασσῆ, δώδεκα {Byz δώδεκα > —ΙΒ } χιλιάδες· 7 ¶ἐκ φυλῆς Συμεών, δώδεκα {Byz δώδεκα > —ΙΒ } χιλιάδες· ¶ἐκ φυλῆς Λευΐ, δώδεκα {Byz δώδεκα > —ΙΒ } χιλιάδες· ¶ἐκ φυλῆς Ἰσαχάρ, {NA Ἰσαχάρ > Ἰσσαχάρ } δώδεκα {Byz δώδεκα > —ΙΒ } χιλιάδες· 8 ¶ἐκ φυλῆς Ζαβουλών, δώδεκα {Byz δώδεκα > —ΙΒ } χιλιάδες· ¶ἐκ φυλῆς Ἰωσήφ, δώδεκα {Byz δώδεκα > —ΙΒ } χιλιάδες· ¶ἐκ φυλῆς Βενιαμίν, δώδεκα {Byz δώδεκα > —ΙΒ } χιλιάδες ἐσφραγισμέναι. {Byz ἐσφραγισμέναι > ἐσφραγισμένοι } {NA ἐσφραγισμέναι > ἐσφραγισμένοι } 9 ¶Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι οὐδεὶς {NA οὐδεὶς > αὐτὸν οὐδεὶς } ἐδύνατο, {Byz ἐδύνατο > ἠδύνατο } ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας {Byz ἑστῶτας > ἑστῶτες } {NA ἑστῶτας > ἑστῶτες } ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους {Byz περιβεβλημένους > περιβεβλημένοι } στολὰς λευκάς, καὶ φοίνικας {NA φοίνικας > φοίνικες } ἐν ταῖς χερσὶν αὐτῶν· 10 καὶ κράζουσιν φωνῇ μεγάλῃ, λέγοντες, Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, καὶ τῷ ἀρνίῳ. 11 Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσον {NA ἔπεσον > ἔπεσαν } ἐνώπιον τοῦ θρόνου {Byz θρόνου ἐπὶ > θρόνου αὐτοῦ ἐπὶ } ἐπὶ τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ θεῷ, 12 λέγοντες, Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 13 ¶Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσίν, καὶ πόθεν ἦλθον; 14 Καὶ εἶπον {NA εἶπον > εἴρηκα } αὐτῷ, Κύριέ μου, σὺ οἶδας. Καὶ εἶπέν μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν {Byz ἐλεύκαναν > ἐλεύκαναν αὐτὰς } {NA ἐλεύκαναν > ἐλεύκαναν αὐτὰς } ἐν τῷ αἵματι τοῦ ἀρνίου. 15 Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ· καὶ ὁ καθήμενος ἐπὶ τῷ {NA τῷ θρόνῳ > τοῦ θρόνου } θρόνῳ {Byz τῷ θρόνῳ > τοῦ θρόνου } σκηνώσει ἐπ’ αὐτούς. 16 Οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι, οὐδ’ {NA οὐδ’ οὐ > οὐδὲ } οὐ μὴ πέσῃ ἐπ’ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα· 17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνει {Byz ποιμαίνει > ποιμανεῖ } {NA ποιμαίνει > ποιμανεῖ } αὐτούς, καὶ ὁδηγεῖ {Byz ὁδηγεῖ > ὁδηγήσει } {NA ὁδηγεῖ > ὁδηγήσει } αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.