1Cor 7
1
Περὶ δὲ ὧν ἐγράψατέ μοι,
{NA μοι > - } καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.
2
Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.
3
Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην
{NA ὀφειλομένην εὔνοιαν > ὀφειλὴν } εὔνοιαν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.
4
Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’
{NA ἀλλ’ ὁ > ἀλλὰ ὁ } ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’
{NA ἀλλ’ ἡ > ἀλλὰ ἡ } ἡ γυνή.
5
Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζητε
{NA σχολάζητε > σχολάσητε } τῇ
{NA τῇ νηστείᾳ καὶ > - } νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε,
{NA συνέρχησθε > ἦτε } ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.
6
Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν.
7
Θέλω γὰρ
{NA γὰρ > δὲ } πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ’
{NA ἀλλ’ > ἀλλὰ } ἕκαστος ἴδιον χάρισμα ἔχει
{NA χάρισμα ἔχει > ἔχει χάρισμα } ἐκ θεοῦ, ὃς μὲν οὕτως, ὃς
{NA ὃς μὲν οὕτως, ὃς > ὁ μὲν οὕτως, ὁ } δὲ οὕτως.
8
¶Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν
{NA ἐστιν > - } ἐὰν μείνωσιν ὡς κἀγώ.
9
Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖσσον
{NA κρεῖσσον > κρεῖττον } γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι.
10
Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγώ, ἀλλ’
{NA ἀλλ’ > ἀλλὰ } ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι·
11
ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω- καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
12
Τοῖς δὲ λοιποῖς ἐγὼ
{NA ἐγὼ λέγω > λέγω ἐγώ } λέγω, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ
{NA αὐτὴ > αὕτη } συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν.
13
Καὶ γυνὴ ἥτις
{NA ἥτις > εἴ τις } ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς
{NA αὐτὸς > οὗτος } συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω αὐτόν.
{NA αὐτόν > τὸν ἄνδρα }
14
Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί·
{NA ἀνδρί > ἀδελφῷ } ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.
15
Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις·
ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς
{NA ἡμᾶς > ὑμᾶς } ὁ θεός.
16
Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
17
Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεός,
{NA θεός > κύριος } ἕκαστον ὡς κέκληκεν ὁ κύριος,
{NA κύριος > θεός } οὕτως περιπατείτω. Καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.
18
Περιτετμημένος τις ἐκλήθη; Μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ
{NA ἀκροβυστίᾳ τις ἐκλήθη > ἀκροβυστίᾳ κέκληταί τις } τις ἐκλήθη; Μὴ περιτεμνέσθω.
19
Ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ.
20
Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω.
21
Δοῦλος ἐκλήθης; Μή σοι μελέτω· ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.
22
Ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως καὶ
{NA καὶ > - } ὁ ἐλεύθερος κληθείς, δοῦλός ἐστιν χριστοῦ.
23
Τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.
24
Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.
25
¶Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου
πιστὸς εἶναι.
26
Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως
εἶναι.
27
Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα.
28
Ἐὰν δὲ καὶ γήμῃς,
{NA γήμῃς > γαμήσῃς } οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ
τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι.
29
Τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος· τὸ
{NA τὸ λοιπόν ἐστιν > ἐστίν· τὸ λοιπόν } λοιπόν ἐστιν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν·
30
καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες,
ὡς μὴ κατέχοντες·
31
καὶ οἱ χρώμενοι τῷ
{NA τῷ κόσμῳ τούτῳ > τὸν κόσμον } κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
32
Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει
{NA ἀρέσει > ἀρέσῃ } τῷ κυρίῳ·
33
ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει
{NA ἀρέσει > ἀρέσῃ } τῇ γυναικί.
34
Μεμέρισται
{NA Μεμέρισται καὶ > καὶ μεμέρισται. Καὶ } καὶ ἡ γυνὴ καὶ
{NA καὶ ἡ παρθένος. Ἡ ἄγαμος > ἡ ἄγαμος καὶ ἡ παρθένος } ἡ παρθένος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι
{NA σώματι καὶ > τῷ σώματι καὶ τῷ } καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει
{NA ἀρέσει > ἀρέσῃ } τῷ ἀνδρί.
35
Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον
{NA συμφέρον > σύμφορον } λέγω· οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον
{NA εὐπρόσεδρον > εὐπάρεδρον } τῷ κυρίῳ ἀπερισπάστως.
36
Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει
γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν.
37
Ὃς δὲ ἕστηκεν ἑδραῖος
{NA ἑδραῖος ἐν τῇ καρδίᾳ > ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος } ἐν τῇ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο
κέκρικεν ἐν τῇ καρδίᾳ
{NA καρδίᾳ αὐτοῦ τοῦ > ἰδίᾳ καρδίᾳ } αὐτοῦ, τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ.
{NA ποιεῖ > ποιήσει }
38
Ὥστε καὶ ὁ ἐκγαμίζων
{NA ὁ ἐκγαμίζων > ὁ γαμίζων τὴν ἑαυτοῦ παρθένον } καλῶς ποιεῖ· ὁ
{NA ὁ δὲ > καὶ ὁ } δὲ μὴ
{NA μὴ ἐκγαμίζων > μὴ γαμίζων } ἐκγαμίζων κρεῖσσον
{NA κρεῖσσον ποιεῖ > κρεῖσσον ποιήσει } ποιεῖ.
39
Γυνὴ δέδεται νόμῳ
{NA νόμῳ > - } ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ καὶ
{NA καὶ > - } κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ.
40
Μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ
ἔχειν.