Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Mark : Chapter 7

Mark 1
Mark 2
Mark 3
Mark 4
Mark 5
Mark 6
Mark 7
Mark 8
Mark 9
Mark 10
Mark 11
Mark 12
Mark 13
Mark 14
Mark 15
Mark 16

Mark 7

1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων· 2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς {NA κοιναῖς > ὅτι κοιναῖς } χερσίν, τοῦτ’ ἔστιν ἀνίπτοις, ἐσθίοντας {NA ἐσθίοντας ἄρτους ἐμέμψαντο > ἐσθίουσιν τοὺς ἄρτους } ἄρτους ἐμέμψαντο. 3 Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· 4 καὶ ἀπὸ {NA ἀπὸ > ἀπ’ } ἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσιν· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ {NA καὶ κλινῶν > [καὶ κλινῶν] } κλινῶν. 5 Ἔπειτα {NA Ἔπειτα > Καὶ } ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί οἱ {NA οἱ μαθηταί σου οὐ περιπατοῦσιν > οὐ περιπατοῦσιν οἱ μαθηταί σου } μαθηταί σου οὐ περιπατοῦσιν κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ἀνίπτοις {NA ἀνίπτοις > κοιναῖς } χερσὶν ἐσθίουσιν τὸν ἄρτον; 6 Ὁ δὲ ἀποκριθεὶς {NA ἀποκριθεὶς > - } εἶπεν αὐτοῖς ὅτι {NA ὅτι > - } Καλῶς προεφήτευσεν {NA προεφήτευσεν > ἐπροφήτευσεν } Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται, Οὗτος {NA Οὗτος > [ὅτι] Οὗτος } ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ. 7 Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. 8 Ἀφέντες γὰρ {NA γὰρ > - } τὴν ἐντολὴν τοῦ θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς {NA βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε > - } ξεστῶν καὶ ποτηρίων· καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. 9 Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε. {NA τηρήσητε > στήσητε } 10 Μωσῆς {NA Μωσῆς > Μωϋσῆς } γὰρ εἶπεν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 11 ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστιν, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· 12 καὶ {NA καὶ > - } οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ {NA αὐτοῦ ἢ > ἢ } ἢ τῇ μητρὶ αὐτοῦ, {NA μητρὶ αὐτοῦ > μητρί } 13 ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. 14 Καὶ προσκαλεσάμενος πάντα {NA πάντα > πάλιν } τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, Ἀκούετέ {NA Ἀκούετέ > Ἀκούσατέ } μου πάντες, καὶ συνίετε. {NA συνίετε > σύνετε } 15 Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται αὐτὸν {NA αὐτὸν κοινῶσαι > κοινῶσαι αὐτόν } κοινῶσαι· ἀλλὰ τὰ ἐκπορευόμενα {NA ἐκπορευόμενα ἀπ’ αὐτοῦ ἐκεῖνά > ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά } ἀπ’ αὐτοῦ, ἐκεῖνά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον. 16 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. {NA ~ } 17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ {NA περὶ τῆς παραβολῆς > τὴν παραβολήν } τῆς παραβολῆς. 18 Καὶ λέγει αὐτοῖς, Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ’ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζον {NA καθαρίζον > καθαρίζων } πάντα τὰ βρώματα. 20 Ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 21 Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, {NA μοιχεῖαι πορνεῖαι > πορνεῖαι κλοπαί } πορνεῖαι, φόνοι, 22 κλοπαί, {NA κλοπαί > μοιχεῖαι } πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον. 24 ¶Καὶ {NA Καὶ ἐκεῖθεν > Ἐκεῖθεν δὲ } ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια {NA μεθόρια Τύρου καὶ Σιδῶνος > ὅρια Τύρου } Τύρου καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς οἰκίαν, οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν. 25 Ἀκούσασα {NA Ἀκούσασα γὰρ > Ἀλλ’ εὐθὺς ἀκούσασα } γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· 26 ἦν {NA ἦν δὲ ἡ γυνὴ Ἑλληνίς Συραφοινίκισσα > ἡ δὲ γυνὴ ἦν Ἑλληνίς Συροφοινίκισσα } δὲ ἡ γυνὴ Ἑλληνίς, Συραφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27 {NA Ὁ δὲ Ἰησοῦς εἶπεν > Καὶ ἔλεγεν } δὲ Ἰησοῦς εἶπεν αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ καλόν {NA καλόν ἐστιν > ἐστιν καλὸν } ἐστιν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν {NA βαλεῖν τοῖς κυναρίοις > τοῖς κυναρίοις βαλεῖν } τοῖς κυναρίοις. 28 Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, Ναί, {NA Ναί κύριε καὶ γὰρ > Κύριε καὶ } κύριε· καὶ γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίει {NA ἐσθίει > ἐσθίουσιν } ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29 Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθεν τὸ {NA τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου > ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον } δαιμόνιον ἐκ τῆς θυγατρός σου. 30 Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρεν τὸ δαιμόνιον {NA δαιμόνιον ἐξεληλυθός καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης > παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός } ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης. 31 ¶Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ {NA καὶ Σιδῶνος ἦλθεν πρὸς > ἦλθεν διὰ Σιδῶνος εἰς } Σιδῶνος, ἦλθεν πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32 Καὶ φέρουσιν αὐτῷ κωφὸν μογγιλάλον, {Byz μογγιλάλον > μογιλάλον } {NA μογγιλάλον > καὶ μογιλάλον } καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ’ ἰδίαν, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἐστέναξεν, καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστιν, Διανοίχθητι. 35 Καὶ εὐθέως {NA εὐθέως διηνοίχθησαν > [εὐθέως] ἠνοίγησαν } διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί· καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. 36 Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· {NA εἴπωσιν > λέγωσιν } ὅσον δὲ αὐτὸς {NA αὐτὸς αὐτοῖς διεστέλλετο > αὐτοῖς διεστέλλετο αὐτοὶ } αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. 37 Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες, Καλῶς πάντα πεποίηκεν· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ τοὺς {NA τοὺς ἀλάλους > [τοὺς] ἀλάλους } ἀλάλους λαλεῖν.