1Cor 8
1
Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη
οἰκοδομεῖ.
2
Εἰ δέ
{NA δέ > - } τις δοκεῖ εἰδέναι
{NA εἰδέναι > ἐγνωκέναι } τι, οὐδέπω
{NA οὐδέπω οὐδὲν ἔγνωκεν > οὔπω ἔγνω } οὐδὲν ἔγνωκεν καθὼς δεῖ γνῶναι·
3
εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ.
4
Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι
οὐδεὶς θεὸς ἕτερος
{NA ἕτερος > - } εἰ μὴ εἷς.
5
Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοί, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ
{Byz γῆς > τῆς γῆς } γῆς· ὥσπερ εἰσὶν θεοὶ πολλοί, καὶ κύριοι πολλοί·
6
ἀλλ’ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς κύριος Ἰησοῦς
χριστός, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ.
7
Ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνειδήσει
{NA συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι > συνηθείᾳ ἕως ἄρτι τοῦ εἰδώλου } τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα
μολύνεται.
8
Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησιν
{NA παρίστησιν > παραστήσει } τῷ θεῷ· οὔτε γὰρ
{NA γὰρ ἐὰν φάγωμεν περισσεύομεν οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα > ἐὰν μὴ φάγωμεν
ὑστερούμεθα οὔτε ἐὰν φάγωμεν περισσεύομεν }
ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.
9
Βλέπετε δὲ μήπως
{NA μήπως > μή πως } ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν.
{NA ἀσθενοῦσιν > ἀσθενέσιν }
10
Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ
ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;
11
Καὶ
{NA Καὶ ἀπολεῖται > Ἀπόλλυται γὰρ } ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς
{NA ἀδελφὸς ἐπὶ > ἐν } ἐπὶ τῇ σῇ γνώσει,
{NA γνώσει > γνώσει ὁ ἀδελφὸς } δι’ ὃν χριστὸς ἀπέθανεν;
12
Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν,
εἰς χριστὸν ἁμαρτάνετε.
13
Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ
τὸν ἀδελφόν μου σκανδαλίσω.