Luke 8
1
Καὶ ἐγένετο ἐν τῷ καθεξῆς, καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος
τὴν βασιλείαν τοῦ θεοῦ· καὶ οἱ δώδεκα σὺν αὐτῷ,
2
καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία
ἡ καλουμένη Μαγδαληνή, ἀφ’ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,
3
καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ Σουσάννα,
{Byz Σουσάννα > Σωσάννα } καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ἀπὸ
{NA ἀπὸ > ἐκ } τῶν ὑπαρχόντων αὐταῖς.
4
¶Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτόν, εἶπεν διὰ
παραβολῆς,
5
Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. Καὶ ἐν τῷ σπείρειν αὐτόν, ὃ μὲν ἔπεσεν
παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.
6
Καὶ ἕτερον ἔπεσεν
{NA ἔπεσεν > κατέπεσεν } ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα.
7
Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.
8
Καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα.
Ταῦτα λέγων ἐφώνει, Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
9
¶Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες,
{NA λέγοντες > - } Τίς εἴη
{NA εἴη ἡ παραβολὴ αὕτη > αὕτη εἴη ἡ παραβολή } ἡ παραβολὴ αὕτη;
10
Ὁ δὲ εἶπεν, Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ· τοῖς δὲ λοιποῖς
ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν, καὶ ἀκούοντες μὴ συνιῶσιν.
11
Ἔστιν δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ.
12
Οἱ δὲ παρὰ τὴν ὁδὸν εἰσὶν οἱ ἀκούοντες,
{NA ἀκούοντες > ἀκούσαντες } εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες
σωθῶσιν.
13
Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσιν, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι
ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
14
Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου
καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσιν.
15
Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν
λόγον κατέχουσιν, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
16
¶Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίας
ἐπιτίθησιν,
{NA ἐπιτίθησιν > τίθησιν } ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.
17
Οὐ γάρ ἐστιν κρυπτόν, ὃ οὐ φανερὸν γενήσεται· οὐδὲ ἀπόκρυφον, ὃ οὐ γνωσθήσεται
{NA γνωσθήσεται > μὴ γνωσθῇ } καὶ εἰς φανερὸν ἔλθῃ.
18
Βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ
{NA γὰρ ἐὰν > ἂν γὰρ } ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς ἐὰν
{NA ἐὰν μὴ > ἂν μὴ } μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.
19
¶Παρεγένοντο
{NA Παρεγένοντο > Παρεγένετο } δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν
ὄχλον.
20
Καὶ
{NA Καὶ ἀπηγγέλη αὐτῷ λεγόντων > Ἀπηγγέλη δὲ αὐτῷ } ἀπηγγέλη αὐτῷ, λεγόντων, Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε
{NA σε θέλοντες > θέλοντές σε } θέλοντες.
21
Ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον
τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.
{NA αὐτόν > - }
22
¶Καὶ
{NA Καὶ ἐγένετο > Ἐγένετο δὲ } ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν
πρὸς αὐτούς, Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης. Καὶ ἀνήχθησαν.
23
Πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν· καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο,
καὶ ἐκινδύνευον.
24
Προσελθόντες δὲ διήγειραν αὐτόν, λέγοντες, Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. Ὁ δὲ ἐγερθεὶς
{NA ἐγερθεὶς > διεγερθεὶς } ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
25
Εἶπεν δὲ αὐτοῖς, Ποῦ ἐστιν
{NA ἐστιν ἡ > ἡ } ἡ πίστις ὑμῶν; Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν,
ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
26
¶Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν,
{NA Γαδαρηνῶν > Γερασηνῶν } ἥτις ἐστὶν ἀντιπέραν
{NA ἀντιπέραν > ἀντιπέρα } τῆς Γαλιλαίας.
27
Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν αὐτῷ
{NA αὐτῷ ἀνήρ > ἀνήρ } ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς
{NA ὃς εἶχεν > ἔχων } εἶχεν δαιμόνια ἐκ
{NA ἐκ χρόνων ἱκανῶν καὶ > καὶ χρόνῳ ἱκανῷ } χρόνων ἱκανῶν, καὶ ἱμάτιον
{NA ἱμάτιον οὐκ ἐνεδιδύσκετο > οὐκ ἐνεδύσατο ἱμάτιον } οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ’ ἐν τοῖς μνήμασιν.
28
Ἰδὼν δὲ τὸν Ἰησοῦν, καὶ
{NA καὶ ἀνακράξας > ἀνακράξας } ἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπεν, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ
θεοῦ τοῦ ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς.
29
Παρήγγειλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις
συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο
{NA ἐδεσμεῖτο > ἐδεσμεύετο } ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος
{NA δαίμονος > δαιμονίου } εἰς τὰς ἐρήμους.
30
Ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς, λέγων,
{NA λέγων > - } Τί σοι ἐστὶν
{NA ἐστὶν ὄνομα > ὄνομά ἐστιν } ὄνομα; Ὁ δὲ εἶπεν, Λεγεών,
{NA Λεγεών > Λεγιών } ὅτι δαιμόνια
{NA δαιμόνια πολλὰ εἰσῆλθεν > εἰσῆλθεν δαιμόνια πολλὰ } πολλὰ εἰσῆλθεν εἰς αὐτόν.
31
Καὶ παρεκάλει
{NA παρεκάλει > παρεκάλουν } αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
32
Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων
{NA βοσκομένων > βοσκομένη } ἐν τῷ ὄρει· καὶ παρεκάλουν
{NA παρεκάλουν > παρεκάλεσαν } αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. Καὶ ἐπέτρεψεν αὐτοῖς.
33
Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ
ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη.
34
Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον
{NA γεγενημένον > γεγονὸς } ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
35
Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός· καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον
ἀφ’ οὗ τὰ δαιμόνια ἐξεληλύθει,
{NA ἐξεληλύθει > ἐξῆλθεν } ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐφοβήθησαν.
36
Ἀπήγγειλαν δὲ αὐτοῖς καὶ
{NA καὶ > - } οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.
37
Καὶ ἠρώτησαν
{NA ἠρώτησαν > ἠρώτησεν } αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν
{NA Γαδαρηνῶν > Γερασηνῶν } ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ
{NA τὸ πλοῖον > πλοῖον } πλοῖον ὑπέστρεψεν.
38
Ἐδέετο
{NA Ἐδέετο > Ἐδεῖτο } δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. Ἀπέλυσεν δὲ αὐτὸν ὁ
{NA ὁ Ἰησοῦς > - } Ἰησοῦς λέγων,
39
Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ἐποίησέν
{NA ἐποίησέν σοι > σοι ἐποίησεν } σοι ὁ θεός. Καὶ ἀπῆλθεν, καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
40
¶Ἐγένετο
{NA Ἐγένετο δὲ ἐν τῷ ὑποστρέψαι > Ἐν δὲ τῷ ὑποστρέφειν } δὲ ἐν τῷ ὑποστρέψαι τὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὁ ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες
αὐτόν.
41
Καὶ ἰδού, ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος,
{NA Ἰάειρος καὶ αὐτὸς > Ἰάϊρος καὶ οὗτος } καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ
{NA τοῦ > [τοῦ] } Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ·
42
ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη
{Byz αὕτη > αὐτὴ }
{NA αὕτη > αὐτὴ } ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
43
¶Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς
{NA ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον > [ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον] } προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ’
{NA ὑπ’ > ἀπ’ } οὐδενὸς θεραπευθῆναι,
44
προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις
τοῦ αἵματος αὐτῆς.
45
Καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ
{NA καὶ οἱ μετ’ αὐτοῦ > - } οἱ μετ’ αὐτοῦ, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν, καὶ
{NA καὶ λέγεις Τίς ὁ ἁψάμενός μου > - } λέγεις, Τίς ὁ ἁψάμενός μου;
46
Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν
{NA ἐξελθοῦσαν > ἐξεληλυθυῖαν } ἀπ’ ἐμοῦ.
47
Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν, καὶ προσπεσοῦσα αὐτῷ, δι’ ἣν αἰτίαν
ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ
{NA αὐτῷ ἐνώπιον > ἐνώπιον } ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.
48
Ὁ δὲ εἶπεν αὐτῇ, Θάρσει,
{NA Θάρσει θύγατερ > Θυγάτηρ } θύγατερ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
49
¶Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων αὐτῷ
{NA αὐτῷ > - } ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ
{NA μὴ > μηκέτι } σκύλλε τὸν διδάσκαλον.
50
Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, λέγων,
{NA λέγων > - } Μὴ φοβοῦ· μόνον πίστευε,
{NA πίστευε > πίστευσον } καὶ σωθήσεται.
51
Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα,
{NA οὐδένα > τινα σὺν αὐτῷ } εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον, καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.
52
Ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπεν, Μὴ κλαίετε· οὐκ
{NA οὐκ > οὐ γὰρ } ἀπέθανεν, ἀλλὰ καθεύδει.
53
Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
54
Αὐτὸς δὲ ἐκβαλὼν
{NA ἐκβαλὼν ἔξω πάντας καὶ > - } ἔξω πάντας, καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησεν λέγων, Ἡ παῖς, ἐγείρου.
{NA ἐγείρου > ἔγειρε }
55
Καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα· καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.
56
Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.