Rev 8
1
Καὶ ὅτε
{NA ὅτε > ὅταν } ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.
2
Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ
σάλπιγγες.
3
¶Καὶ ἄλλος ἄγγελος ἦλθεν, καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου, ἔχων λιβανωτὸν χρυσοῦν·
καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα δώσῃ
{Byz δώσῃ > δώσει }
{NA δώσῃ > δώσει } ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
4
Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου
ἐνώπιον τοῦ θεοῦ.
5
Καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου,
καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ
{Byz βρονταὶ καὶ φωναὶ > φωναὶ καὶ βρονταὶ } καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
6
¶Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν ἑαυτοὺς
{NA ἑαυτοὺς > αὐτοὺς } ἵνα σαλπίσωσιν.
7
¶Καὶ ὁ πρῶτος ἐσάλπισεν, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη
εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ
πᾶς χόρτος χλωρὸς κατεκάη.
8
¶Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν, καὶ ὡς ὄρος μέγα καιόμενον
{NA καιόμενον > πυρὶ καιόμενον } ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα·
9
καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων ἐν
{NA ἐν > τῶν ἐν } τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη.
{NA διεφθάρη > διεφθάρησαν }
10
¶Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς
λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν, καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
11
Καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ Ἄψινθος· καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον,
καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
12
¶Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς
σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ τὸ
{Byz τὸ τρίτον αὐτῆς μὴ φάνῃ ἡ ἡμέρα > ἡ ἡμέρα μὴ φαίνῃ τὸ τρίτον αὐτῆς }
{NA τὸ τρίτον αὐτῆς μὴ φάνῃ ἡ ἡμέρα > ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς } τρίτον αὐτῆς μὴ φάνῃ ἡ ἡμέρα, καὶ ἡ νὺξ ὁμοίως.
13
¶Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ,
Οὐαί, οὐαί, οὐαὶ τοῖς
{Byz τοῖς κατοικοῦσιν > τοὺς κατοικοῦντας }
{NA τοῖς κατοικοῦσιν > τοὺς κατοικοῦντας } κατοικοῦσιν ἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν
μελλόντων σαλπίζειν.