Acts 9
1
Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ
ἀρχιερεῖ,
2
ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ
τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ.
3
Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ· καὶ
{NA καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ > ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ
}
ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ·
4
καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, Σαούλ, Σαούλ, τί με διώκεις;
5
Εἶπεν δέ, Τίς εἶ, κύριε; Ὁ δὲ κύριος
{NA κύριος εἶπεν > - } εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
6
ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι τί
{NA τί > ὅ τί } σε δεῖ ποιεῖν.
7
Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί,
{Byz ἐνεοί > ἐννεοί } ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.
8
Ἠγέρθη δὲ ὁ
{NA ὁ > - } Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων τε
{NA τε > δὲ } τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα {NA27/28 οὐδένα > οὐδὲν } ἔβλεπεν, χειραγωγοῦντες δὲ αὐτὸν
εἰσήγαγον εἰς Δαμασκόν.
9
Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
10
¶Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ὁ
{NA ὁ κύριος ἐν ὁράματι > ἐν ὁράματι ὁ κύριος } κύριος ἐν ὁράματι, Ἀνανία. Ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ, κύριε.
11
Ὁ δὲ κύριος πρὸς αὐτόν, Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ
ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται,
12
καὶ εἶδεν ἐν {NA27/28 ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν > ἄνδρα [ἐν ὁράματι] Ἁνανίαν
ὀνόματι }
{ECM ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν > ἄνδρα Ἁνανίαν ὀνόματι } ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, {NA27/28 χεῖρα
> [τὰς] χεῖρας }
{ECM χεῖρα > χεῖρας } ὅπως ἀναβλέψῃ.
13
Ἀπεκρίθη δὲ Ἀνανίας, Κύριε, ἀκήκοα
{NA ἀκήκοα > ἤκουσα } ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησεν
{NA ἐποίησεν τοῖς ἁγίοις σου > τοῖς ἁγίοις σου ἐποίησεν } τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ·
14
καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά
σου.
15
Εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος, Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοι
{NA μοι ἐστὶν > ἐστίν μοι } ἐστὶν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ
{NA καὶ > τε καὶ } βασιλέων, υἱῶν τε Ἰσραήλ·
16
ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
17
Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας εἶπεν,
Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, ὁ
{NA με > με Ἰησοῦς } ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.
18
Καὶ εὐθέως ἀπέπεσον
{NA ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ > ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς } ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέν τε καὶ
{Byz τε καὶ > τε παραχρῆμα, καὶ } ἀναστὰς ἐβαπτίσθη,
19
καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. ¶Ἐγένετο δὲ ὁ
{NA ὁ Σαῦλος > - } Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς.
20
Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν χριστόν,
{NA χριστόν > Ἰησοῦν } ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
21
Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν {NA27/28
ἐν Ἱερουσαλὴμ > εἰς Ἰερουσαλὴμ } Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ
ὧδε εἰς τοῦτο ἐλήλυθεν
{NA ἐλήλυθεν > ἐληλύθει } ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
22
Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυνεν
{NA συνέχυνεν τοὺς > συνέχυννεν [τοὺς] } τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός.
23
¶Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
24
ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. Παρετήρουν
{NA Παρετήρουν τε > Παρετηροῦντο δὲ καὶ } τε τὰς πύλας ἡμέρας τε καὶ νυκτός, ὅπως αὐτὸν ἀνέλωσιν·
25
λαβόντες δὲ αὐτὸν
{NA αὐτὸν οἱ μαθηταὶ > οἱ μαθηταὶ αὐτοῦ } οἱ μαθηταὶ νυκτός, καθῆκαν
{NA καθῆκαν διὰ τοῦ τείχους > διὰ τοῦ τείχους καθῆκαν αὐτόν } διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι.
26
¶Παραγενόμενος δὲ ὁ
{NA ὁ Σαῦλος ἐν Ἱερουσαλήμ ἐπειρᾶτο > εἰς Ἰερουσαλήμ ἐπείραζεν } Σαῦλος ἐν Ἱερουσαλήμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν,
μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
27
Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς
ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο
ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.
28
Καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος
{Byz εἰσπορευόμενος > εἰσπορευόμενος καὶ ἐκπορευόμενος } εἰς
{Byz εἰς > ἐν }
{NA εἰς > καὶ ἐκπορευόμενος εἰς } Ἱερουσαλήμ, καὶ
{NA καὶ παρρησιαζόμενος > παρρησιαζόμενος } παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ,
{NA Ἰησοῦ > - }
29
ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν αὐτὸν
{NA αὐτὸν ἀνελεῖν > ἀνελεῖν αὐτόν } ἀνελεῖν.
30
Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς
Ταρσόν.
31
Αἱ
{NA Αἱ μὲν οὖν ἐκκλησίαι > Ἡ μὲν οὖν ἐκκλησία } μὲν οὖν ἐκκλησίαι καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον
{NA εἶχον εἰρήνην οἰκοδομούμεναι καὶ πορευόμεναι > εἶχεν εἰρήνην οἰκοδομουμένη καὶ
πορευομένη }
εἰρήνην οἰκοδομούμεναι, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ
ἁγίου πνεύματος ἐπληθύνοντο.
{NA ἐπληθύνοντο > ἐπληθύνετο }
32
¶Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας
Λύδδαν.
{NA Λύδδαν > Λύδδα }
33
Εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν
{NA Αἰνέαν ὀνόματι > ὀνόματι Αἰνέαν } ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτῳ,
{Byz κραββάτῳ > κραββάτου }
{NA κραββάτῳ > κραβάττου } ὃς ἦν παραλελυμένος.
34
Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ
{NA ὁ χριστός > χριστός } χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη.
35
Καὶ εἶδον
{NA εἶδον > εἶδαν } αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν
{NA Λύδδαν καὶ τὸν Ἀσσάρωνα > Λύδδα καὶ τὸν Σαρῶνα } καὶ τὸν Ἀσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
36
¶Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβηθά,
{NA Ταβηθά > Ταβιθά } ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν
{NA ἀγαθῶν ἔργων > ἔργων ἀγαθῶν } ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
37
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν
{NA αὐτὴν ἔθηκαν > ἔθηκαν [αὐτὴν] } ἔθηκαν ἐν ὑπερῴῳ.
38
Ἐγγὺς δὲ οὔσης Λύδδης
{NA Λύδδης > Λύδδας } τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν πρὸς
{NA πρὸς > δύο ἄνδρας πρὸς } αὐτόν, παρακαλοῦντες μὴ ὀκνῆσαι
{NA ὀκνῆσαι > ὀκνήσῃς } διελθεῖν ἕως αὐτῶν.
{NA αὐτῶν > ἡμῶν }
39
Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν
αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’
αὐτῶν οὖσα ἡ Δορκάς.
40
Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς
{NA θεὶς > καὶ θεὶς } τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπεν, Ταβηθά,
{NA Ταβηθά > Ταβιθά } ἀνάστηθι. Ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισεν.
41
Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν
αὐτὴν ζῶσαν.
42
Γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ
{NA πολλοὶ ἐπίστευσαν > ἐπίστευσαν πολλοὶ } ἐπίστευσαν ἐπὶ τὸν κύριον.
43
Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν
{NA αὐτὸν > - } ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.