Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Mark : Chapter 9

Mark 1
Mark 2
Mark 3
Mark 4
Mark 5
Mark 6
Mark 7
Mark 8
Mark 9
Mark 10
Mark 11
Mark 12
Mark 13
Mark 14
Mark 15
Mark 16

Mark 9

1 Καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν {NA τῶν ὧδε > ὧδε τῶν } ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. 2 ¶Καὶ μεθ’ {NA μεθ’ > μετὰ } ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην, {Byz Ἰωάννην > τὸν Ἰωάννην } {NA Ἰωάννην > τὸν Ἰωάννην } καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους. Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, 3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένοντο {Byz ἐγένοντο > ἐγένετο } {NA ἐγένοντο > ἐγένετο } στίλβοντα, λευκὰ λίαν ὡς {NA ὡς χιών > - } χιών, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι. {NA λευκᾶναι > οὕτως λευκᾶναι } 4 Καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωσῇ, {Byz Μωσῇ > Μωσεῖ } {NA Μωσῇ > Μωϋσεῖ } καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. 5 Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς {NA σκηνὰς τρεῖς > τρεῖς σκηνάς } τρεῖς, σοὶ μίαν, καὶ Μωσῇ {Byz Μωσῇ > Μωσεῖ } {NA Μωσῇ > Μωϋσεῖ } μίαν, καὶ Ἠλίᾳ μίαν. 6 Οὐ γὰρ ᾔδει τί λαλήσει· {NA λαλήσει ἦσαν γὰρ ἔκφοβοι > ἀποκριθῇ ἔκφοβοι γὰρ ἐγένοντο } ἦσαν γὰρ ἔκφοβοι. 7 Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς· καὶ ἦλθεν {NA ἦλθεν > ἐγένετο } φωνὴ ἐκ τῆς νεφέλης, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ {NA αὐτοῦ ἀκούετε > ἀκούετε αὐτοῦ } ἀκούετε. 8 Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον, ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν. 9 ¶Καταβαινόντων {NA Καταβαινόντων δὲ αὐτῶν ἀπὸ > Καὶ καταβαινόντων αὐτῶν ἐκ } δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται {NA διηγήσωνται ἃ εἶδον > ἃ εἶδον διηγήσωνται } ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 10 Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτούς, συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. 11 Καὶ ἐπηρώτων αὐτόν, λέγοντες ὅτι Λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 12 Ὁ δὲ ἀποκριθείς, {NA ἀποκριθείς εἶπεν > ἔφη } εἶπεν αὐτοῖς, Ἠλίας μὲν ἐλθὼν πρῶτον, ἀποκαθιστᾷ {NA ἀποκαθιστᾷ > ἀποκαθιστάνει } πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ. {NA ἐξουδενωθῇ > ἐξουδενηθῇ } 13 Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν, {NA ἠθέλησαν > ἤθελον } καθὼς γέγραπται ἐπ’ αὐτόν. 14 ¶Καὶ ἐλθὼν {NA ἐλθὼν > ἐλθόντες } πρὸς τοὺς μαθητάς, εἶδεν {NA εἶδεν > εἶδον } ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς. {NA αὐτοῖς > πρὸς αὐτούς } 15 Καὶ εὐθέως {NA εὐθέως > εὐθὺς } πᾶς ὁ ὄχλος ἰδὼν {NA ἰδὼν αὐτὸν ἐξεθαμβήθη > ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν } αὐτὸν ἐξεθαμβήθη, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16 Καὶ ἐπηρώτησεν τοὺς {NA τοὺς γραμματεῖς > αὐτούς } γραμματεῖς, Τί συζητεῖτε πρὸς αὐτούς; 17 Καὶ ἀποκριθεὶς {NA ἀποκριθεὶς > ἀπεκρίθη αὐτῷ } εἷς ἐκ τοῦ ὄχλου εἶπεν, {NA εἶπεν > - } Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον. 18 Καὶ ὅπου ἂν {NA ἂν > ἐὰν } αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν· καὶ ἀφρίζει, καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, {NA αὐτοῦ > - } καὶ ξηραίνεται· καὶ εἶπον {NA εἶπον > εἶπα } τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. 19 Ὁ δὲ ἀποκριθεὶς αὐτῷ {NA αὐτῷ > αὐτοῖς } λέγει, Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με. 20 Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν· καὶ ἰδὼν αὐτόν, εὐθέως {NA εὐθέως τὸ πνεῦμα ἐσπάραξεν > τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν } τὸ πνεῦμα ἐσπάραξεν αὐτόν· καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων. 21 Καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, Πόσος χρόνος ἐστίν, ὡς τοῦτο γέγονεν αὐτῷ; Ὁ δὲ εἶπεν, Παιδιόθεν. {NA Παιδιόθεν > Ἐκ παιδιόθεν } 22 Καὶ πολλάκις αὐτὸν {NA αὐτὸν καὶ εἰς τὸ πῦρ > καὶ εἰς πῦρ αὐτὸν } καὶ εἰς τὸ πῦρ ἔβαλεν καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι δύνασαι, {NA δύνασαι > δύνῃ } βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς. 23 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τὸ εἰ δύνασαι {NA δύνασαι πιστεῦσαι > δύνῃ } πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 Καὶ {NA Καὶ εὐθέως > Εὐθὺς } εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου, μετὰ {NA μετὰ δακρύων > - } δακρύων ἔλεγεν, Πιστεύω, κύριε, {NA κύριε > - } βοήθει μου τῇ ἀπιστίᾳ. 25 Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, Τὸ πνεῦμα {NA πνεῦμα τὸ ἄλαλον καὶ κωφόν > ἄλαλον καὶ κωφὸν πνεῦμα } τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι {NA σοι ἐπιτάσσω > ἐπιτάσσω σοι } ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 Καὶ κράξαν, {NA κράξαν > κράξας } καὶ πολλὰ σπαράξαν {NA σπαράξαν αὐτόν > σπαράξας } αὐτόν, ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς {NA πολλοὺς > τοὺς πολλοὺς } λέγειν ὅτι ἀπέθανεν. 27 Ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν {NA αὐτὸν τῆς χειρός > τῆς χειρὸς αὐτοῦ } τῆς χειρός, ἤγειρεν αὐτόν· καὶ ἀνέστη. 28 Καὶ εἰσελθόντα {NA εἰσελθόντα αὐτὸν > εἰσελθόντος αὐτοῦ } αὐτὸν εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων {NA ἐπηρώτων αὐτὸν κατ’ ἰδίαν > κατ’ ἰδίαν ἐπηρώτων αὐτὸν } αὐτὸν κατ’ ἰδίαν ὅτι Ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 29 Καὶ εἶπεν αὐτοῖς, Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ καὶ {NA καὶ νηστείᾳ > - } νηστείᾳ. 30 ¶Καὶ {NA Καὶ ἐκεῖθεν > Κἀκεῖθεν } ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας· καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ. {NA γνῷ > γνοῖ } 31 Ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ ἀποκτανθείς, τῇ {NA τῇ τρίτῃ ἡμέρᾳ > μετὰ τρεῖς ἡμέρας } τρίτῃ ἡμέρᾳ ἀναστήσεται. 32 Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι. 33 ¶Καὶ ἦλθεν {NA ἦλθεν εἰς Καπερναούμ > ἦλθον εἰς Καφαρναούμ } εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, Τί ἐν τῇ ὁδῷ πρὸς {NA πρὸς ἑαυτοὺς > - } ἑαυτοὺς διελογίζεσθε; 34 Οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων. 35 Καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα, καὶ λέγει αὐτοῖς, Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος, καὶ πάντων διάκονος. 36 Καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν· καὶ ἐναγκαλισάμενος αὐτό, εἶπεν αὐτοῖς· 37 Ὃς ἐὰν {NA ἐὰν ἓν > ἂν ἓν } ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν {NA ἐὰν ἐμὲ δέξηται > ἂν ἐμὲ δέχηται } ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με. 38 ¶Ἀπεκρίθη {NA Ἀπεκρίθη δὲ αὐτῷ Ἰωάννης λέγων > Ἔφη αὐτῷ ὁ Ἰωάννης } δὲ αὐτῷ Ἰωάννης, {Byz Ἰωάννης > ὁ Ἰωάννης } λέγων, Διδάσκαλε, εἴδομέν τινα τῷ {NA τῷ > ἐν τῷ } ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς {NA ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύσαμεν > καὶ ἐκωλύομεν } οὐκ ἀκολουθεῖ ἡμῖν· καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ {NA ὅτι οὐκ ἀκολουθεῖ > ὅτι οὐκ ἠκολούθει } ἡμῖν. 39 Ὁ δὲ Ἰησοῦς εἶπεν, Μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. 40 Ὃς γὰρ οὐκ ἔστιν καθ’ ὑμῶν {NA ὑμῶν ὑπὲρ ὑμῶν > ἡμῶν ὑπὲρ ἡμῶν } ὑπὲρ ὑμῶν ἐστιν. 41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματί μου, {NA μου > - } ὅτι χριστοῦ ἐστέ, ἀμὴν λέγω ὑμῖν, οὐ {NA οὐ > ὅτι οὐ } μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. 42 Καὶ ὃς ἐὰν {NA ἐὰν > ἂν } σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν {NA τῶν πιστευόντων εἰς ἐμέ > τούτων τῶν πιστευόντων [εἰς ἐμέ] } πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθος {NA λίθος μυλικὸς > μύλος ὀνικὸς } μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ βέβληται εἰς τὴν θάλασσαν. 43 Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν σοι {NA σοι ἐστὶν > ἐστίν σε } ἐστὶν κυλλὸν εἰς {NA εἰς τὴν ζωὴν εἰσελθεῖν > εἰσελθεῖν εἰς τὴν ζωήν } τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, 44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. {NA ~ } 45 Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σοι {Byz σοι > σε } {NA σοι > σε } εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, εἰς {NA εἰς τὸ πῦρ τὸ ἄσβεστον > - } τὸ πῦρ τὸ ἄσβεστον, 46 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. {NA ~ } 47 Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σοι {NA σοι > σέ } ἐστὶν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ {NA τοῦ πυρός > - } πυρός, 48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. 49 Πᾶς γὰρ πυρὶ ἁλισθήσεται, καὶ {NA καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται > - } πᾶσα θυσία ἁλὶ ἁλισθήσεται. 50 Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖς ἅλας, {NA ἅλας καὶ > ἅλα καὶ } καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.