Rev 9
1
Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν, καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν
γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου.
2
Καὶ
{Byz Καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου > - } ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου καιομένης,
{NA καιομένης καὶ ἐσκοτίσθη > μεγάλης καὶ ἐσκοτώθη } καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος.
3
Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία, ὡς ἔχουσιν
ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.
4
Καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσιν
{NA ἀδικήσωσιν > ἀδικήσουσιν } τὸν χόρτον τῆς γῆς, οὐδὲ πᾶν χλωρόν, οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες
οὐκ ἔχουσιν τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
{NA αὐτῶν > - }
5
Καὶ ἐδόθη αὐταῖς
{NA αὐταῖς > αὐτοῖς } ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ’ ἵνα βασανισθῶσιν
{NA βασανισθῶσιν > βασανισθήσονται } μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.
6
Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ οὐ μὴ εὑρήσουσιν
αὐτόν· καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύξεται
{NA φεύξεται ἀπ’ αὐτῶν ὁ θάνατος > φεύγει ὁ θάνατος ἀπ’ αὐτῶν } ἀπ’ αὐτῶν ὁ θάνατος.
7
Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς
αὐτῶν ὡς στέφανοι χρυσοῖ,
{NA χρυσοῖ > ὅμοιοι χρυσῷ } καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων.
8
Καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν.
9
Καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων
ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον.
10
Καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις, καὶ κέντρα. Καὶ
{Byz Καὶ ἐν > Ἐν } ἐν ταῖς οὐραῖς αὐτῶν ἐξουσίαν
{Byz ἐξουσίαν ἔχουσιν τοῦ > καὶ ἡ ἐξουσία αὐτῶν }
{NA ἐξουσίαν ἔχουσιν τοῦ > ἡ ἐξουσία αὐτῶν } ἔχουσιν τοῦ ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε.
11
Ἔχουσαι
{NA Ἔχουσαι βασιλέα ἐπ’ αὐτῶν > Ἔχουσιν ἐπ’ αὐτῶν βασιλέα τὸν } βασιλέα ἐπ’ αὐτῶν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀββαδών,
{NA Ἀββαδών ἐν δὲ > Ἀβαδδών καὶ ἐν } ἐν δὲ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.
12
Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδού, ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
13
¶Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων
{NA τεσσάρων > [τεσσάρων] } κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ,
14
λέγουσαν
{Byz λέγουσαν > λέγοντος }
{NA λέγουσαν > λέγοντα } τῷ ἕκτῳ ἀγγέλῳ ὁ ἔχων τὴν σάλπιγγα, Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους
ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.
15
Καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ εἰς
{Byz εἰς τὴν ἡμέραν > τὴν ἡμέραν }
{NA εἰς τὴν ἡμέραν > ἡμέραν } τὴν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων.
16
Καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἵππου
{Byz ἵππου > ἱππικοῦ }
{NA ἵππου μυριάδες > ἱππικοῦ δισμυριάδες } μυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.
17
Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει, καὶ τοὺς καθημένους ἐπ’ αὐτῶν, ἔχοντας θώρακας
πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων,
καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον.
18
Ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἀπὸ
{Byz ἀπὸ > ἐκ }
{NA ἀπὸ τοῦ > ἐκ τοῦ } τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.
19
Ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστίν, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ
οὐραὶ αὐτῶν ὅμοιαι ὄφεων,
{Byz ὄφεων > ὄφεσιν }
{NA ὄφεων > ὄφεσιν } ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.
20
Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐ
{NA οὐ > οὐδὲ } μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσιν
{NA προσκυνήσωσιν > προσκυνήσουσιν } τὰ δαιμόνια, καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ
{Byz καὶ τὰ χαλκᾶ > - } τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύναται,
{Byz δύναται > δύνανται }
{NA δύναται > δύνανται } οὔτε ἀκούειν, οὔτε περιπατεῖν·
21
καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν, οὔτε ἐκ τῶν φαρμακειῶν
{Byz φαρμακειῶν > φαρμάκων }
{NA φαρμακειῶν > φαρμάκων } αὐτῶν, οὔτε ἐκ τῆς πορνείας αὐτῶν, οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.