Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : 1 Corinthians : Chapter 9

1Cor 1
1Cor 2
1Cor 3
1Cor 4
1Cor 5
1Cor 6
1Cor 7
1Cor 8
1Cor 9
1Cor 10
1Cor 11
1Cor 12
1Cor 13
1Cor 14
1Cor 15
1Cor 16

1Cor 9

1 Οὐκ εἰμὶ ἀπόστολος; {NA ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος; > ἐλεύθερος; Οὐκ εἰμὶ ἀπόστολος; } Οὐκ εἰμὶ ἐλεύθερος; Οὐχὶ Ἰησοῦν χριστὸν {NA χριστὸν > - } τὸν κύριον ἡμῶν ἑώρακα; {NA ἑώρακα > ἑόρακα } Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ; 2 Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς {NA τῆς ἐμῆς > μου τῆς } ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ. 3 Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη {NA αὕτη ἐστίν > ἐστιν αὕτη } ἐστίν. 4 Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; {NA πιεῖν > πεῖν } 5 Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου, καὶ Κηφᾶς; 6 Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ {NA τοῦ > - } μὴ ἐργάζεσθαι; 7 Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ {NA ἐκ τοῦ καρποῦ > τὸν καρπὸν } τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Ἢ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; 8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ οὐχὶ {NA οὐχὶ > - } καὶ ὁ νόμος ταῦτα λέγει; {NA λέγει > οὐ λέγει } 9 Ἐν γὰρ τῷ Μωϋσέως {Byz Μωϋσέως > Μωσέως } νόμῳ γέγραπται, Οὐ φιμώσεις {NA φιμώσεις > κημώσεις } βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; 10 Ἢ δι’ ἡμᾶς πάντως λέγει; Δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ’ {NA ἐπ’ ἐλπίδι ὀφείλει > ὀφείλει ἐπ’ ἐλπίδι } ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἀλοῶν τῆς {NA τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ’ ἐλπίδι > ἐπ’ ἐλπίδι τοῦ μετέχειν } ἐλπίδος αὐτοῦ μετέχειν ἐπ’ ἐλπίδι. 11 Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; 12 Εἰ ἄλλοι τῆς ἐξουσίας {NA ἐξουσίας ὑμῶν > ὑμῶν ἐξουσίας } ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν {NA ἐγκοπήν τινα > τινα ἐγκοπὴν } τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ χριστοῦ. 13 Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι ἐκ {NA ἐκ > [τὰ] ἐκ } τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες {NA προσεδρεύοντες > παρεδρεύοντες } τῷ θυσιαστηρίῳ συμμερίζονται; 14 Οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῇν. 15 Ἐγὼ δὲ οὐδενὶ {NA οὐδενὶ ἐχρησάμην > οὐ κέχρημαι οὐδενὶ } ἐχρησάμην τούτων· οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα {NA ἵνα τις κενώσῃ > οὐδεὶς κενώσει } τις κενώσῃ. 16 Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δέ {NA δέ > γάρ } μοι ἐστίν, ἐὰν μὴ εὐαγγελίζωμαι. {NA μὴ εὐαγγελίζωμαι > μὴ εὐαγγελίσωμαι } 17 Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. 18 Τίς οὖν μοί {NA μοί > μού } ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ {NA τοῦ χριστοῦ > - } χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. 19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω. 20 Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα {NA ὡς ὑπὸ νόμον > ὡς ὑπὸ νόμον μὴ ὢν αὐτὸς ὑπὸ νόμον } τοὺς ὑπὸ νόμον κερδήσω· 21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεῷ {NA θεῷ > θεοῦ } ἀλλ’ ἔννομος χριστῷ, {NA χριστῷ > χριστοῦ } ἵνα κερδήσω {NA κερδήσω > κερδάνω τοὺς } ἀνόμους. 22 Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς {NA ὡς > - } ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῖς πᾶσιν γέγονα τὰ {NA τὰ > - } πάντα, ἵνα πάντως τινὰς σώσω. 23 Τοῦτο {NA Τοῦτο > Πάντα } δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι. 24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτως τρέχετε, ἵνα καταλάβητε. 25 Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. 26 Ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως· οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· 27 ἀλλ’ {NA ἀλλ’ > ἀλλὰ } ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως, {NA μήπως > μή πως } ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.