John 9
1
Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
2
Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς
αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
3
Ἀπεκρίθη Ἰησοῦς, Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ· ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα
τοῦ θεοῦ ἐν αὐτῷ.
4
Ἐμὲ
{NA Ἐμὲ > Ἡμᾶς } δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ, ὅτε οὐδεὶς
δύναται ἐργάζεσθαι.
5
Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.
6
Ταῦτα εἰπών, ἔπτυσεν χαμαί, καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν τὸν
{NA τὸν > αὐτοῦ τὸν } πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ
{NA τοῦ τυφλοῦ > - } τυφλοῦ,
7
καὶ εἶπεν αὐτῷ, Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ- ὃ ἑρμηνεύεται, Ἀπεσταλμένος.
Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων.
8
Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς
{NA τυφλὸς > προσαίτης } ἦν, ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
9
Ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι δὲ
{NA δὲ ὅτι > ἔλεγον Οὐχί ἀλλὰ } ὅτι Ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι.
10
Ἔλεγον οὖν αὐτῷ, Πῶς ἀνεῴχθησάν
{Byz ἀνεῴχθησάν > ἠνεῴχθησάν }
{NA ἀνεῴχθησάν > [οὖν] ἠνεῴχθησάν } σου οἱ ὀφθαλμοί;
11
Ἀπεκρίθη ἐκεῖνος καὶ
{NA καὶ εἶπεν Ἄνθρωπος > Ὁ ἄνθρωπος ὁ } εἶπεν, Ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν, καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμούς,
καὶ εἶπέν μοι,
{NA μοι > μοι ὅτι } Ὕπαγε εἰς τὴν
{NA τὴν κολυμβήθραν τοῦ > τὸν } κολυμβήθραν τοῦ Σιλωάμ, καὶ νίψαι. Ἀπελθὼν δὲ
{NA δὲ > οὖν } καὶ νιψάμενος, ἀνέβλεψα.
12
Εἶπον
{NA Εἶπον οὖν > Καὶ εἶπαν } οὖν αὐτῷ, Ποῦ ἐστιν ἐκεῖνος; Λέγει, Οὐκ οἶδα.
13
¶Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν.
14
Ἦν δὲ σάββατον ὅτε
{NA ὅτε > ἐν ᾗ ἡμέρᾳ } τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς, καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
15
Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι, πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς, Πηλὸν ἐπέθηκέν
μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.
16
Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, Οὗτος
{NA Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ > Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος
}
ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Ἄλλοι ἔλεγον,
{NA Ἄλλοι > Ἄλλοι [δὲ] } Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
17
Λέγουσιν τῷ
{NA τῷ > οὖν τῷ } τυφλῷ πάλιν, Σὺ
{NA Σὺ τί > Τί σὺ } τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέν
{NA ἤνοιξέν > ἠνέῳξέν } σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν.
18
Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι τυφλὸς
{NA τυφλὸς ἦν > ἦν τυφλὸς } ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος,
19
καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς
ἐγεννήθη; Πῶς οὖν ἄρτι
{NA ἄρτι βλέπει > βλέπει ἄρτι } βλέπει;
20
Ἀπεκρίθησαν δὲ
{NA δὲ αὐτοῖς > οὖν } αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον,
{NA εἶπον > εἶπαν } Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη·
21
πῶς δὲ νῦν βλέπει, οὐκ οἴδαμεν· ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς, ἡμεῖς οὐκ οἴδαμεν·
αὐτὸς
{NA αὐτὸς ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε > αὐτὸν ἐρωτήσατε ἡλικίαν ἔχει } ἡλικίαν ἔχει· αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.
22
Ταῦτα εἶπον
{NA εἶπον > εἶπαν } οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι,
ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται.
23
Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον
{NA εἶπον > εἶπαν } ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.
{NA ἐρωτήσατε > ἐπερωτήσατε }
24
Ἐφώνησαν οὖν ἐκ
{NA ἐκ δευτέρου τὸν ἄνθρωπον > τὸν ἄνθρωπον ἐκ δευτέρου } δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον
{NA εἶπον > εἶπαν } αὐτῷ, Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ
{NA ὁ ἄνθρωπος οὗτος > οὗτος ὁ ἄνθρωπος } ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.
25
Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ
{NA καὶ εἶπεν > - } εἶπεν, Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὤν, ἄρτι βλέπω.
26
Εἶπον δὲ
{NA δὲ αὐτῷ πάλιν > οὖν αὐτῷ } αὐτῷ πάλιν, Τί ἐποίησέν σοι; Πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς;
27
Ἀπεκρίθη αὐτοῖς, Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ
ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
28
Ἐλοιδόρησαν
{NA Ἐλοιδόρησαν > Καὶ ἐλοιδόρησαν } αὐτόν, καὶ εἶπον, Σὺ εἶ
{NA εἶ μαθητὴς > μαθητὴς εἶ } μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωσέως
{NA Μωσέως > Μωϋσέως } ἐσμὲν μαθηταί.
29
Ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ
{NA Μωσῇ > Μωϋσεῖ } λελάληκεν ὁ θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
30
Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, Ἐν γὰρ
{NA γὰρ τούτῳ > τούτῳ γὰρ τὸ } τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἀνέῳξέν
{NA ἀνέῳξέν > ἤνοιξέν } μου τοὺς ὀφθαλμούς.
31
Οἴδαμεν δὲ
{NA δὲ > - } ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει· ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ,
τούτου ἀκούει.
32
Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέν
{NA ἤνοιξέν > ἠνέῳξέν } τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.
33
Εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
34
Ἀπεκρίθησαν καὶ εἶπον
{NA εἶπον > εἶπαν } αὐτῷ, Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35
¶Ἤκουσεν ὁ
{NA ὁ > - } Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτόν, εἶπεν αὐτῷ,
{NA αὐτῷ > - } Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ θεοῦ;
{NA θεοῦ > ἀνθρώπου }
36
Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
37
Εἶπεν δὲ
{NA δὲ > - } αὐτῷ ὁ Ἰησοῦς, Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
38
Ὁ δὲ ἔφη, Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ.
39
Καὶ εἶπεν ὁ Ἰησοῦς, Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες
βλέπωσιν, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
40
Καὶ
{NA Καὶ ἤκουσαν > Ἤκουσαν } ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες
{NA ὄντες μετ’ αὐτοῦ > μετ’ αὐτοῦ ὄντες } μετ’ αὐτοῦ, καὶ εἶπον αὐτῷ, Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;
41
Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν·
ἡ οὖν
{NA οὖν > - } ἁμαρτία ὑμῶν μένει.