Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : 1 Corinthians : Chapter 10

1Cor 1
1Cor 2
1Cor 3
1Cor 4
1Cor 5
1Cor 6
1Cor 7
1Cor 8
1Cor 9
1Cor 10
1Cor 11
1Cor 12
1Cor 13
1Cor 14
1Cor 15
1Cor 16

1Cor 10

1 Οὐ θέλω δὲ {NA δὲ > γὰρ } ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, 2 καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο {NA ἐβαπτίσαντο > ἐβαπτίσθησαν } ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, 3 καὶ πάντες τὸ αὐτὸ βρῶμα {NA βρῶμα πνευματικὸν > πνευματικὸν βρῶμα } πνευματικὸν ἔφαγον, 4 καὶ πάντες τὸ αὐτὸ πόμα {NA πόμα πνευματικὸν ἔπιον > πνευματικὸν ἔπιον πόμα } πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ {NA δὲ πέτρα > πέτρα δὲ } πέτρα ἦν ὁ χριστός. 5 Ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. 6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. 7 Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, {NA πιεῖν > πεῖν } καὶ ἀνέστησαν παίζειν. 8 Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον {NA ἔπεσον ἐν > ἔπεσαν } ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. 9 Μηδὲ ἐκπειράζωμεν τὸν χριστόν, καθὼς καί {NA καί τινες > τινες } τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. {NA ἀπώλοντο > ἀπώλλυντο } 10 Μηδὲ γογγύζετε, καθὼς {NA καθὼς καί > καθάπερ } καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. 11 Ταῦτα δὲ πάντα {NA πάντα τύποι συνέβαινον > τυπικῶς συνέβαινεν } τύποι συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. {NA κατήντησεν > κατήντηκεν } 12 Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. 13 Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς {NA ὑμᾶς ὑπενεγκεῖν > ὑπενεγκεῖν } ὑπενεγκεῖν. 14 ¶Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας. {NA εἰδωλολατρείας > εἰδωλολατρίας } 15 Ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι. 16 Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία {NA τοῦ αἵματος τοῦ χριστοῦ ἐστίν > ἐστὶν τοῦ αἵματος τοῦ χριστοῦ } τοῦ αἵματος τοῦ χριστοῦ ἐστίν; Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ χριστοῦ ἐστίν; 17 Ὅτι εἷς ἄρτος, ἓν σῶμα, οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. 18 Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ {NA οὐχὶ > οὐχ } οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; 19 Τί οὖν φημι; Ὅτι εἴδωλόν {NA εἴδωλόν > εἰδωλόθυτόν } τί ἐστιν; Ἢ ὅτι εἰδωλόθυτόν {NA εἰδωλόθυτόν > εἴδωλόν } τί ἐστιν; 20 Ἀλλ’ ὅτι ἃ θύει {NA θύει τὰ ἔθνη δαιμονίοις θύει > θύουσιν δαιμονίοις } τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ θεῷ· οὐ {NA θεῷ > θεῷ [θύουσιν] } θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. 21 Οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. 22 Ἢ παραζηλοῦμεν τὸν κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμέν; 23 ¶Πάντα μοι {NA Πάντα μοι ἔξεστιν ἀλλ’ οὐ πάντα συμφέρει Πάντα μοι ἔξεστιν > Πάντα ἔξεστιν ἀλλ’ οὐ πάντα συμφέρει Πάντα ἔξεστιν } ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ. 24 Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. {NA ἕκαστος > - } 25 Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· 26 Τοῦ γὰρ {NA γὰρ κυρίου > κυρίου γὰρ } κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 27 Εἰ δέ {NA δέ > - } τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. 28 Ἐὰν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο εἰδωλόθυτόν {NA εἰδωλόθυτόν > ἱερόθυτόν } ἐστιν, μὴ ἐσθίετε δι’ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· Τοῦ {NA Τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς > - } γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 29 Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου· ἵνα {NA ἵνα τί > ἱνατί } τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 30 Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; 31 Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. 32 Ἀπρόσκοποι γίνεσθε {NA γίνεσθε καὶ Ἰουδαίοις > καὶ Ἰουδαίοις γίνεσθε } καὶ Ἰουδαίοις καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· 33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, {NA συμφέρον > σύμφορον } ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.