Acts 10
1
Ἀνὴρ δέ τις ἦν
{NA ἦν > - } ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,
2
εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε
{NA τε > - } ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός.
3
Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ ὥραν
{NA ὥραν > περὶ ὥραν } ἐνάτην
{Byz ἐνάτην > ἐννάτην } τῆς ἡμέρας, ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτόν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε.
4
Ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν, Τί ἐστιν, κύριε; Εἶπεν δὲ αὐτῷ, Αἱ
προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον
{NA ἐνώπιον > ἔμπροσθεν } τοῦ θεοῦ.
5
Καὶ νῦν πέμψον εἰς
{NA εἰς Ἰόππην ἄνδρας > ἄνδρας εἰς Ἰόππην } Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι Σίμωνα τὸν
{Byz τὸν ἐπικαλούμενον Πέτρον > ὃς ἐπικαλεῖται Πέτρος }
{NA τὸν ἐπικαλούμενον Πέτρον > τινα ὃς ἐπικαλεῖται Πέτρος } ἐπικαλούμενον Πέτρον·
6
οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.
7
Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ
{NA τῷ Κορνηλίῳ > αὐτῷ } Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ,
{NA αὐτοῦ > - } καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,
8
καὶ ἐξηγησάμενος αὐτοῖς
{NA αὐτοῖς ἅπαντα > ἅπαντα αὐτοῖς } ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
9
¶Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων ἐκείνων
{ECM ἐκείνων > αὐτῶν } καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἕκτην·
10
ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων,
{NA ἐκείνων ἐπέπεσεν > αὐτῶν ἐγένετο } ἐπέπεσεν ἐπ’ αὐτὸν ἔκστασις,
11
καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον ἐπ’
{NA ἐπ’ αὐτὸν > - } αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον,
{NA δεδεμένον καὶ > - } καὶ καθιέμενον ἐπὶ τῆς γῆς·
12
ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα τῆς
{NA τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ > καὶ ἑρπετὰ τῆς γῆς καὶ } γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
13
Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
14
Ὁ δὲ Πέτρος εἶπεν, Μηδαμῶς, κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ
{NA ἢ > καὶ } ἀκάθαρτον.
15
Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, Ἃ ὁ θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.
16
Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ πάλιν
{NA πάλιν ἀνελήφθη > εὐθὺς ἀνελήμφθη } ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
17
¶Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, καὶ
{NA καὶ > - } ἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ
{NA ἀπὸ > ὑπὸ } τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν Σίμωνος,
{NA Σίμωνος > τοῦ Σίμωνος } ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
18
καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων, ὁ ἐπικαλούμενος Πέτρος, ἐνθάδε ξενίζεται.
19
Τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος, εἶπεν αὐτῷ
{NA αὐτῷ > [αὐτῷ] } τὸ πνεῦμα, Ἰδού, ἄνδρες ζητοῦσίν
{NA ζητοῦσίν > τρεῖς ζητοῦντές } σε.
20
Ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· διότι
{NA διότι > ὅτι } ἐγὼ ἀπέσταλκα αὐτούς.
21
Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν, Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι’
ἣν πάρεστε;
22
Οἱ δὲ εἶπον,
{NA εἶπον > εἶπαν } Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεόν, μαρτυρούμενός τε ὑπὸ
ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν
οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
23
Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. ¶Τῇ δὲ ἐπαύριον ὁ
{NA ὁ Πέτρος > ἀναστὰς } Πέτρος ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ.
24
Καὶ
{NA Καὶ τῇ ἐπαύριον εἰσῆλθον > Τῇ δὲ ἐπαύριον εἰσῆλθεν } τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος
τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
25
Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς
πόδας, προσεκύνησεν.
26
Ὁ δὲ Πέτρος αὐτὸν
{NA αὐτὸν ἤγειρεν > ἤγειρεν αὐτὸν } ἤγειρεν λέγων, Ἀνάστηθι· κἀγὼ
{NA κἀγὼ > καὶ ἐγὼ } αὐτὸς ἄνθρωπός εἰμι.
27
Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς,
28
ἔφη τε πρὸς αὐτούς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι
ἀλλοφύλῳ· καὶ
{NA καὶ ἐμοὶ > κἀμοὶ } ἐμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·
29
διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με.
30
Καὶ ὁ Κορνήλιος ἔφη, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων,
{NA νηστεύων καὶ > - } καὶ τὴν ἐνάτην ὥραν
{NA ὥραν > - } προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ,
31
καί φησιν, Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχή, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν
ἐνώπιον τοῦ θεοῦ.
32
Πέμψον οὖν εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται
ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς
{NA ὃς παραγενόμενος λαλήσει σοι > - } παραγενόμενος λαλήσει σοι.
33
Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε· σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν πάντες ἡμεῖς
ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ θεοῦ.
{NA ὑπὸ τοῦ θεοῦ > ὑπὸ τοῦ κυρίου }
34
Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν, ¶Ἐπ’ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήπτης
{NA προσωπολήπτης > προσωπολήμπτης } ὁ θεός·
35
ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν.
36
Τὸν λόγον ὃν
{NA ὃν > [ὃν] } ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ χριστοῦ- οὗτός ἐστιν
πάντων κύριος-
37
ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον
{NA ἀρξάμενον > ἀρξάμενος } ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης·
38
Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ,
{NA Ναζαρέτ > Ναζαρέθ } ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος
πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετ’ αὐτοῦ.
39
Καὶ ἡμεῖς ἐσμεν
{NA ἐσμεν > - } μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν
{NA ἐν Ἱερουσαλήμ > [ἐν] Ἰερουσαλήμ } Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλον
{NA ἀνεῖλον > ἀνεῖλαν } κρεμάσαντες ἐπὶ ξύλου.
40
Τοῦτον ὁ θεὸς ἤγειρεν τῇ {NA27/28 τῇ > [ἐν] τῇ } τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ
γενέσθαι,
41
οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες
συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν.
42
Καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτι αὐτός
{NA αὐτός > οὗτός } ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.
43
Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ
πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
44
¶Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας
τοὺς ἀκούοντας τὸν λόγον.
45
Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοί, ὅσοι συνῆλθον
{NA συνῆλθον > συνῆλθαν } τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται.
46
Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν θεόν. Τότε ἀπεκρίθη ὁ
{NA ὁ > - } Πέτρος,
47
Μήτι τὸ ὕδωρ κωλῦσαι
{NA κωλῦσαι δύναταί > δύναται κωλῦσαί } δύναταί τις, τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον καθὼς
{NA καθὼς > ὡς } καὶ ἡμεῖς;
48
Προσέταξέν τε
{NA τε > δὲ } αὐτοὺς βαπτισθῆναι
{NA βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου > ἐν τῷ ὀνόματι Ἰησοῦ χριστοῦ βαπτισθῆναι
}
ἐν τῷ ὀνόματι τοῦ κυρίου. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.