John 10
1
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ
ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής.
2
Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων.
3
Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα
καλεῖ
{NA καλεῖ > φωνεῖ } κατ’ ὄνομα, καὶ ἐξάγει αὐτά.
4
Καὶ
{NA Καὶ ὅταν > Ὅταν } ὅταν τὰ ἴδια πρόβατα
{NA πρόβατα ἐκβάλῃ > πάντα ἐκβάλῃ } ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται· καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν
φωνὴν αὐτοῦ.
5
Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν,
{NA ἀκολουθήσωσιν > ἀκολουθήσουσιν } ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ· ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν.
6
Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει
αὐτοῖς.
7
¶Εἶπεν οὖν πάλιν αὐτοῖς
{NA αὐτοῖς > - } ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
8
Πάντες ὅσοι ἦλθον
{NA ἦλθον > ἦλθον [πρὸ ἐμοῦ] } κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.
9
Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται,
καὶ νομὴν εὑρήσει.
10
Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν,
καὶ περισσὸν ἔχωσιν.
11
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.
12
Ὁ μισθωτὸς δέ,
{NA δέ > - } καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶν
{NA εἰσὶν > ἔστιν } τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησιν τὰ πρόβατα, καὶ φεύγει·
καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ
{NA σκορπίζει τὰ πρόβατα > σκορπίζει } πρόβατα.
13
Ὁ
{NA Ὁ δὲ μισθωτὸς φεύγει > - } δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστιν, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.
14
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι
{NA γινώσκομαι ὑπὸ τῶν ἐμῶν > γινώσκουσίν με τὰ ἐμά } ὑπὸ τῶν ἐμῶν.
15
Καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ
τῶν προβάτων.
16
Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με
{NA με δεῖ > δεῖ με } δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν· καὶ γενήσεται
{NA γενήσεται > γενήσονται } μία ποίμνη, εἷς ποιμήν.
17
Διὰ τοῦτο ὁ
{NA ὁ πατήρ με > με ὁ πατὴρ } πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν.
18
Οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι
αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός
μου.
19
¶Σχίσμα οὖν
{NA οὖν > - } πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους.
20
Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;
21
Ἄλλοι ἔλεγον, Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν
ὀφθαλμοὺς ἀνοίγειν;
{NA ἀνοίγειν > ἀνοῖξαι }
22
¶Ἐγένετο δὲ
{NA δὲ > τότε } τὰ Ἐγκαίνια ἐν Ἱεροσολύμοις,
{NA Ἱεροσολύμοις καὶ > τοῖς Ἱεροσολύμοις } καὶ χειμὼν ἦν·
23
καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ Σολομῶνος.
{NA Σολομῶνος > τοῦ Σολομῶνος }
24
Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις;
Εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.
25
Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι
τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ·
26
ἀλλ’
{NA ἀλλ’ > ἀλλὰ } ὑμεῖς οὐ πιστεύετε· οὐ
{NA οὐ γάρ > ὅτι οὐκ } γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς
{NA καθὼς εἶπον ὑμῖν > - } εἶπον ὑμῖν.
27
Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει,
{NA ἀκούει > ἀκούουσιν } κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι·
28
κἀγὼ ζωὴν
{NA ζωὴν αἰώνιον δίδωμι αὐτοῖς > δίδωμι αὐτοῖς ζωὴν αἰώνιον } αἰώνιον δίδωμι αὐτοῖς· καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ
ἐκ τῆς χειρός μου.
29
Ὁ πατήρ μου ὃς
{NA ὃς δέδωκέν μοι μείζων πάντων > ὃ δέδωκέν μοι πάντων μεῖζόν } δέδωκέν μοι, μείζων πάντων ἐστίν· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός
μου.
{NA πατρός μου > πατρός }
30
Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
31
Ἐβάστασαν οὖν
{NA οὖν > - } πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν.
32
Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Πολλὰ καλὰ
{NA καλὰ ἔργα > ἔργα καλὰ } ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου·
{NA μου > - } διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ
{NA λιθάζετέ με > ἐμὲ λιθάζετε } με;
33
Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες,
{NA λέγοντες > - } Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς
σεαυτὸν θεόν.
34
Ἀπεκρίθη αὐτοῖς ὁ
{NA ὁ > [ὁ] } Ἰησοῦς, Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, Ἐγὼ
{NA Ἐγὼ > ὅτι Ἐγὼ } εἶπα, Θεοί ἐστε;
35
Εἰ ἐκείνους εἶπεν θεούς, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο- καὶ οὐ δύναται λυθῆναι
ἡ γραφή-
36
ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι
εἶπον, Υἱὸς τοῦ θεοῦ εἰμι;
37
Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι·
38
εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε·
{NA πιστεύσατε > πιστεύετε } ἵνα γνῶτε καὶ πιστεύσητε
{NA πιστεύσητε > γινώσκητε } ὅτι ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν αὐτῷ.
{NA αὐτῷ > τῷ πατρί }
39
Ἐζήτουν οὖν
{Byz οὖν > - }
{NA οὖν πάλιν αὐτὸν > [οὖν] αὐτὸν πάλιν } πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
40
¶Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων·
καὶ ἔμεινεν ἐκεῖ.
41
Καὶ πολλοὶ ἦλθον πρὸς αὐτόν, καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν· πάντα
δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν.
42
Καὶ ἐπίστευσαν
{NA ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν > πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ } πολλοὶ ἐκεῖ εἰς αὐτόν.